Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄργυφα τειναμένοισι λινοπτερύγων ὅπλα νηῶν·
  2. ὁππότε γαῖα βροτοῖσι φυτηκομέουσι γέγηθεν·
  3. ὁππότε καὶ καλύκεσσι καὶ ἄνθεσιν ἅμματα λύει·
  4. ἢ πάλιν ἐσχατίῃσιν ὀπωρινῇσι τροπῇσιν,
  5. ἡνίκα δῶμα τέθηλεν ὀπωρολόγοιο γεωργοῦ,
  6. καρπὸς Ἀθηναίης λιπαρὴν ὅτε γαυλίδα πλήθει
  7. καὶ βότρυς ἡμερίδων θλίβων ἐπιλήνια χαίρει,
  8. σίμβλα μελισσάων ὅτε λείρια κηρία βρίθει.
  9. χείματι δʼ ἐν μεσάτῳ μέσου ἤματος ἀγρώσσοιεν,
  10. εὖτέ τις ἐν δρυμοῖσιν ὑπὸ σπήλυγγι λιασθείς,
  11. κάρφεα λεξάμενός τε καὶ ὠκύμορον φλόγα νήσας,
  12. ἄγχι πυρὸς κλινθεὶς ὁπλίσσατο δόρπον ἀμορβός.
  13. ἐν δὲ θέρει χρειὼ φυγέειν φλογόεσσαν ἐνιπὴν
  14. ἄζαν τʼ ἠελίου· κέλομαι δʼ ἐπʼ ἄεθλον ἱκάνειν
  15. πρώτῃ ὑπʼ ἀμφιλύκῃ, ὅθʼ ἑωθινὸν ἀγροιῶται
  16. ἱστοβοῆος ἔνερθεν ὑπʼ εὐποίητον ἐχέτλην
  17. γειοτόμον δαμάλῃσιν ἐπιθύνουσιν ἄροτρον·
  18. ἢ πάλιν ἑσπερίῃσιν ὅτʼ ἠέλιος ζυγὰ κλίνει,
  19. ὁππότε σημαίνουσιν ἑαῖς ἀγέλῃσι νομῆες,
  20. εὖτε καταστείχουσι ποτὶ σφετέρους πάλι σηκοὺς