Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀλλʼ ἔμπης καὶ τοῖσιν ἐπεφράσσαντο βαρεῖαν
  2. ἄτην ἡμερίων ἄμαχον γένος, ἐκ δʼ ἁλιήων
  3. ὄλλυνται, κήτειον ὅτʼ ἐς μόθον ὁρμήσωνται.
  4. τῶν ἐρέω θήρης βριθὺν πόνον· ἀλλʼ ἀΐοιτε
  5. εὐμενέται βασιλῆες, Ὀλύμπια τείχεα γαίης.
  6. κήτεα μεσσοπόροις μὲν ἐνιτρέφεται πελάγεσσι
  7. πλεῖστά τε καὶ περίμετρα· τὰ δʼ οὐκ ἀναδύεται ἅλμης
  8. δηθάκις, ἀλλʼ ὑπένερθεν ἔχει κρηπῖδα θαλάσσης
  9. βριθοσύνῃ, μαιμᾷ δὲ βορῆς ἀζηχέϊ λύσσῃ
  10. αἰεὶ πεινώοντα καὶ οὔποτε νηδύος αἰνῆς
  11. μαργοσύνην ἀνιέντα· τί γὰρ τόσον ἔσσεται εἶδαρ,
  12. ὅσσον ἐνιπλῆσαι γαστρὸς χάος, ὅσσον ἄαπτον
  13. ἐς κόρον ἀμπαῦσαι κείνων γένυν; οἱ δὲ καὶ αὐτοὶ
  14. ἀλλήλους ὀλέκουσι, χερείονα φέρτερος ἀλκῇ
  15. πέφνων, ἀλλήλοις δὲ βορὴ καὶ δαῖτες ἔασι.
  16. πολλάκι καὶ νήεσσιν ἄγει δέος ἀντιόωντα
  17. ἑσπέριον κατὰ πόντον Ἰβηρικόν, ἔνθα μάλιστα
  18. γείτονος Ὠκεανοῖο λελοιπότʼ ἀθέσφατον ὕδωρ
  19. εἰλεῖται, νήεσσιν ἐεικοσόροισιν ὁμοῖα.
  20. πολλάκι δὲ πλαγχθέντα καὶ ᾐόνος ἐγγὺς ἱκάνει