Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἔνθεν ἔπειτʼ ἀΐων τεκμαίρεο, κοίρανε γαίης,
- ὡς οὐδὲν μερόπεσσιν ἀμήχανον, οὐκ ἐνὶ γαίῃ
- μητρὶ καμεῖν, οὐ κόλπον ἀνʼ εὐρώεντα θαλάσσης·
- ἀλλά τις ἀτρεκέως ἰκέλην μακάρεσσι γενέθλην
- ἀνθρώπους ἀνέφυσε, χερείονα δʼ ὤπασεν ἀλκήν,
- εἴτʼ οὖν Ἰαπετοῖο γένος, πολυμῆτα Προμηθεύς,
- ἀντωπὸν μακάρεσσι κάμεν γένος, ὕδατι γαῖαν
- ξυνώσας, κραδίην δὲ θεῶν ἔχρισεν ἀλοιφῇ,
- εἴτʼ ἄρα καὶ λύθροιο θεορρύτου ἐκγενόμεσθα
- Τιτήνων· οὐ γάρ τι πέλει καθυπέρτερον ἀνδρῶν
- νόσφι θεῶν· μούνοισι δʼ ὑπείξομεν ἀθανάτοισιν.
- ὅσσους μὲν κατʼ ὄρεσφι βίην ἄτρεστον ἔχοντας
- θῆρας ὑπερφιάλους βροτὸς ἔσβεσεν· ὅσσα δὲ φῦλα
- οἰωνῶν νεφέλῃσι καὶ ἠέρι δινεύοντα
- εἷλε, χαμαίζηλόν περ ἔχων δέμας· οὐδὲ λέοντα
- ῥύσατ’ ἀγηνορίη δμηθήμεναι, οὐδʼ ἐσάωσεν
- αἰετὸν ἠνεμόεις πτερύγων ῥόθος, ἀλλὰ καὶ Ἰνδὸν
- θῆρα κελαινόρινον ὑπέρβιον ἄχθος ἀνάγκῃ
- κλῖναν ἐπιβρίσαντες, ὑπὸ ζεύγλῃσι δʼ ἔθηκαν
- οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα.
- κήτεα δʼ ὅσσα πέλωρα Ποσειδάωνος ἐναύλοις
- ἐντρέφεται, τὰ μὲν οὔτι χερείονα φημὶ θάλασσαν
- τίκτειν ὠμοφάγων τεκέων χθονός, ἀλλὰ καὶ ἀλκὴν
- καὶ μέγεθος προβέβηκεν ἀναιδέα δείματα πόντου.
- ἔστιν ἐν ἠπείρῳ χελύων γένος, οὐδέ τινʼ ἀλκὴν
- οὐδʼ ἄτην ἴσασι· θαλασσαίῃ δὲ χελώνῃ
- οὐ μάλα θαρσαλέος τις ἐν οἴδμασιν ἀντιβολήσει.
- εἰσὶ δʼ ἐνὶ τραφερῇ λάβροι κύνες, ἀλλὰ κύνεσσιν
- εἰναλίοις οὐκ ἄν τις ἀναιδείην ἐρίσειε.
- πορδαλίων γαίης ὀλοὸν δάκος, ἀλλὰ θαλάσσης
- αἰνότερον. χέρσον μὲν ἐπιστείχουσιν ὕαιναι,
- πολλῷ δʼ ἐν ῥοθίοις κρυερώτεραι. οἱ μὲν ἔασι
- κριοὶ μηλονόμων τιθασὸν βοτόν, οὐ δὲ θαλάσσης
- κριοῖς μειλιχίοισι συνοίσεται, ὅς κε πελάσσῃ.
- τίς δὲ τόσον χλούνης φορέει σθένος, ὅσσον ἄαπτοι
- λάμναι; τίς δὲ λέοντος ἐνὶ φρεσὶν αἴθεται ἀλκή,
- ὅσση ῥιγεδανῇσιν ἀνισώσαιτο ζυγαίναις;
- φώκην δὲ βλοσυρὴν καὶ ἐπὶ χθονὶ χαιτήεσσαι
- ἄρκτοι πεφρίκασι καὶ ἐς μόθον ἀντιόωσαι
- δάμνανται· τοίοισι μέλει θήρεσσι θάλασσα.
- ἀλλʼ ἔμπης καὶ τοῖσιν ἐπεφράσσαντο βαρεῖαν
- ἄτην ἡμερίων ἄμαχον γένος, ἐκ δʼ ἁλιήων
- ὄλλυνται, κήτειον ὅτʼ ἐς μόθον ὁρμήσωνται.
- τῶν ἐρέω θήρης βριθὺν πόνον· ἀλλʼ ἀΐοιτε
- εὐμενέται βασιλῆες, Ὀλύμπια τείχεα γαίης.
- κήτεα μεσσοπόροις μὲν ἐνιτρέφεται πελάγεσσι
- πλεῖστά τε καὶ περίμετρα· τὰ δʼ οὐκ ἀναδύεται ἅλμης
- δηθάκις, ἀλλʼ ὑπένερθεν ἔχει κρηπῖδα θαλάσσης
- βριθοσύνῃ, μαιμᾷ δὲ βορῆς ἀζηχέϊ λύσσῃ
- αἰεὶ πεινώοντα καὶ οὔποτε νηδύος αἰνῆς
- μαργοσύνην ἀνιέντα· τί γὰρ τόσον ἔσσεται εἶδαρ,
- ὅσσον ἐνιπλῆσαι γαστρὸς χάος, ὅσσον ἄαπτον
- ἐς κόρον ἀμπαῦσαι κείνων γένυν; οἱ δὲ καὶ αὐτοὶ
- ἀλλήλους ὀλέκουσι, χερείονα φέρτερος ἀλκῇ
- πέφνων, ἀλλήλοις δὲ βορὴ καὶ δαῖτες ἔασι.
- πολλάκι καὶ νήεσσιν ἄγει δέος ἀντιόωντα
- ἑσπέριον κατὰ πόντον Ἰβηρικόν, ἔνθα μάλιστα
- γείτονος Ὠκεανοῖο λελοιπότʼ ἀθέσφατον ὕδωρ
- εἰλεῖται, νήεσσιν ἐεικοσόροισιν ὁμοῖα.
- πολλάκι δὲ πλαγχθέντα καὶ ᾐόνος ἐγγὺς ἱκάνει
- ἀγχιβαθοῦς, ὅτε κέν τις ἐπί σφισιν ὁπλίζοιτο.
- πᾶσι δʼ ὑπερφυέεσσι πέλει θήρεσσι θαλάσσης
- νόσφι κυνῶν βαρύγυια καὶ οὐκ εὔπρηκτα κέλευθα·
- οὔτε γὰρ εἰσορόωσιν ἀπόπροθεν οὔτε θάλασσαν
- πᾶσαν ἐπιστείχουσι βαρυνόμενοι μελέεσσιν
- ἠλιβάτοις, μάλα δʼ ὀψὲ κυλινδόμενοι φορέονται.
- τοὔνεκα καὶ πάντεσσιν ὁμόστολος ἔρχεται ἰχθὺς
- φαιὸς ἰδεῖν δολιχός τε δέμας, λεπτὴ δέ οἱ οὐρή,
- ἔξοχος ὃς προπάροιθεν ἁλὸς πόρον ἡγεμονεύει
- σημαίνων· τῷ καί μιν ἐφήμισαν Ἡγητῆρα.
- κήτει δʼ ἐκπάγλως κεχαρισμένος ἐστὶν ἑταῖρος
- πομπός τε φρουρός τε· φέρει δέ μιν ᾗ κʼ ἐθέλῃσι
- ῥηϊδίως· κείνῳ γὰρ ἐφέσπεται ἰχθύϊ μούνῳ
- πιστῷ πιστὸν ἔχων αἰεὶ νόον· ἐγγύθι δʼ αὐτοῦ
- στρωφᾶται, τανύει δὲ παρασχεδὸν ὀφθαλμοῖσιν
- οὐρήν, ἥ οἱ ἕκαστα πιφαύσκεται, εἴτε τινʼ ἄγρην
- ἐστὶν ἑλεῖν, εἴτʼ οὖν τι κορύσσεται ἐγγύθι πῆμα,
- εἴτʼ ὀλίγη πόντοιο πέλει χύσις, ἣν ἀλεείνειν
- βέλτερον· αὐδήεσσα δʼ ὅπως ἐνδείκνυται οὐρὴ
- πάντα μάλʼ ἀτρεκέως· τὸ δὲ πείθεται ὕδατος ἄχθος·
- κεῖνος γὰρ πρόμαχός τε καὶ οὔατα καὶ φάος ἰχθὺς
- θηρὶ πέλει· κείνῳ δʼ ἀΐει, κείνῳ δὲ δέδορκεν,
- ἡνίʼ ἐπιτρέψας σφετέρου βιότοιο φυλάσσειν.
- ὡς δὲ πάϊς γενετῆρα παλαίτερον ἀμφαγαπάζει,
- φροντίσι γηροκόμοισιν ἀπὸ θρεπτήρια τίνων,
- τὸν δʼ ἤδη μελέεσσι καὶ ὄμμασιν ἀδρανέοντα
- ἐνδυκέως μεθέπων προσπτύσσεται, ἔν τε κελεύθοις
- χεῖρʼ ὀρέγων καί πᾶσιν ἐν ἔργμασιν αὐτὸς ἀμύνων·
- πατρὶ δὲ γηράσκοντι νέον σθένος υἷες ἔασιν·
- ὣς κεῖνος φιλότητι περιπτύσσει δάκος ἅλμης
- ἰχθύς, ἠΰτε νῆα νέμων οἴηκι χαλινῷ.
- ἦ πού οἱ γενεῆς πρώτης ἄπο σύμφυτον αἷμα
- ἔλλαχεν, ἠέ μιν αὐτὸς ἑλὼν ἑταρίσσατο θυμῷ.
- ὥς οὔτʼ ἠνορίης οὔτʼ εἴδεος ἔπλετʼ ὄνειαρ
- τόσσον, ὅσον πραπίδων· ἀλκὴ δʼ ἀνεμώλιος ἄφρων·
- καί τε μέγα βριάοντα κατέσβεσεν ἠδʼ ἐσάωσε
- βαιὸς ἀνὴρ εὔμητις· ἐπεὶ καὶ κῆτος ἄαπτον
- ἀπλάτων μελέων ὀλίγον προτιβάλλεται ἰχθύν.
- τοὔνεκά τις πάμπρωτον ἕλοι σκοπὸν Ἡγητῆρα
- κεῖνον, ὑπʼ ἀγκίστροιο βίῃ καὶ δαιτὶ δολώσας·
- οὐ γάρ κε ζώοντος ἐπιβρίσας δαμάσαιο
- κνώδαλον, οἰχομένου δὲ θοώτερος ἔσσετʼ ὄλεθρος.
- οὐ γὰρ ἔτʼ οὔθʼ ἅλμης ἰοειδέος οἶδε κέλευθα
- ἀτρεκέως, οὐ πῆμα παρασχεδὸν ἐξαλέασθαι,
- ἀλλʼ αὔτως, ἅτε φορτὶς ὀλωλότος ἰθυντῆρος,
- πλάζεται ἀπροφύλακτον, ἀμήχανον, ᾗ κεν ἄγῃσι
- γλαυκὸν ὕδωρ, σκοτίοις δὲ καὶ ἀφράστοισι πόροισιν
- ἐμφέρεται, χηρωθὲν ἀρηγόνος ἡνιόχοιο.
- πολλάκι καὶ πέτρῃσι καὶ ἠϊόνεσσιν ἔκελσε
- πλαζόμενον· τοίη οἱ ἐπʼ ὄμμασι πέπταται ἀχλύς.
- δή ῥα τότʼ ὀτρηροῖσι νοήμασιν ἐς πόνον ἄγρης
- ἰχθυβόλοι σπεύδουσιν, ἐπευξάμενοι μακάρεσσι
- κητοφόνοις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης.
- ὡς δʼ ὅτε δυσμενέων βριαρὸς λόχος ἀντιβίοισι
- λάθριος ἐμπελάσῃ, μεσάτην ἐπὶ νύκτα δοκεύσας,
- εὕδοντας δʼ ἐκίχησε φυλακτῆρας πρὸ πυλάων,
- Ἄρεος εὐμενέοντος, ἐνιπλήξας δʼ ἐδάμασσεν·
- ἔνθεν ἔπειτʼ ἄκρην τε πόλιν καὶ τύρσιν ἐπʼ αὐτὴν
- θαρσαλέοι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην,
- δαλὸν ἐϋδμήτων μεγάρων ῥαιστῆρα φέροντες·
- ὣς τότε θαρσαλέως ἁλιεὺς στρατὸς ἐγκονέουσιν
- ἄφρακτον μετὰ θῆρα, πεφασμένου ἰθυντῆρος·
- τοῦ δʼ ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται
- ἄχθος ὅσον μέγεθός τε· τὰ δʼ ἔπλετο σήματα γυίων·
- εἰ μὲν γὰρ πόντοιο κυλινδόμενον μετὰ δίναις
- βαιὸν ὑπερτέλλοιτο ῥάχιν λοφιήν τε φαεῖνον
- ἄκρην, ἦ μέγα κεῖνο καὶ ἔξοχον· οὐδὲ γὰρ αὐτὴ
- ῥηϊδίως φορέει μιν ἀνοχλίζουσα θάλασσα·
- εἰ δέ τι καὶ νώτοιο φαείνεται, οὐ τόσον ἄχθος
- ἀγγέλλει· κοῦφαι γὰρ ἀφαυροτέροισι κέλευθοι.
- τοῖσιν δʼ ὁρμιὴ μὲν ἐπασσυτέραις ἀραρυῖα
- θωμίγγων ξυνοχῇσι πολυστρεφέεσσι τέτυκται,
- ὅσσος τε πρότονος νηὸς πέλει οὔτε βαθείης
- οὔτʼ ὀλίγης· μῆκος δὲ τιταίνεται ἄρκιον ἄγρῃ·
- ἄγκιστρον δʼ εὐεργὲς ἐπημοιβαῖς κεχάρακται
- γλωχίνων προβολῇσιν ἀκαχμένον ἀμφοτέρωθεν,
- οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι,
- τόσσον ἴτυν κρυερήν, ὅσσον περὶ χάσμα καλύψαι.
- δινωτὴ δʼ ἅλυσις περιβάλλεται ἄκρα κελαινοῦ
- ἀγκίστρου, στιβαρή, χαλκήλατος, ἥ κεν ὀδόντων
- λευγαλέην ἀνέχοιτο βίην καὶ χάσματος αἰχμάς·
- δεσμῷ δʼ ἐν μεσάτῳ τροχοειδέα κύκλα τέτυκται
- πυκνὰ παρʼ ἀλλήλοισιν, ἅ κεν στροφάλιγγας ἐρύκοι
- φοιταλέας, μηδʼ ἰθὺς ἀπορρήξειε σίδηρον
- αἱμάσσων, ὀλοῇσι περισπερχὴς ὀδύνῃσιν,
- ἀλλὰ περιστροφάδην πλαγκτὸν δρόμον εἱλίσσοιτο.
- δαῖτα δʼ ἐπʼ ἀγκίστρῳ δυστερπέα πορσύνουσι
- ταύρειον μέλαν ἧπαρ ἀπόκριτον ἠὲ καὶ ὦμὸν
- ταύρειον γενύεσσιν ἐοικότα δαινυμένοιο.
- πολλαὶ δʼ ἀγρευτῆρσιν ὁμόστολοι ὥστʼ ἐς Ἄρηα
- θήγονται κρατεραί τʼ ἀκίδες στιβαραί τε τρίαιναι,
- ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τε τοῖα
- ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται·
- ἐσσυμένως δʼ ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες,
- σιγῇ νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι,
- στέλλονται, κώπῃσι δʼ ὑπʼ εὐκήλοισι θάλασσαν
- ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον,
- μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο
- βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθου ἄροιντο.
- ἀλλʼ ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τʼ ἀέθλῳ,
- δὴ τότε θαρσαλέως πρώρης ἄπο θηρὶ πελώρῳ
- πῆμα δόλου προὔθηκαν· ὁ δʼ ὡς ἴδε δαῖτα βαρεῖαν,
- ἆλτο καὶ οὐκ ἀμέλησεν ἀναιδέϊ γαστρὶ πιθήσας·
- μάρψε δʼ ἐπιθύσας γναμπτὸν μόρον, αὐτίκα δʼ εἴσω
- ἄγκιστρον κατέδυ τεθοωμένον εὐρέϊ λαιμῷ,
- ἐν δʼ ἐπάγη γλωχῖσιν· ὁ δʼ ἕλκεϊ θυμὸν ὀρινθεὶς
- πρῶτα μὲν ἀσχαλόων ὀλοὴν γένυν ἀντία πάλλει,
- χαλκείην θώμιγγα διαρραῖσαι μενεαίνων·
- ἀλλʼ ἄρα οἱ κενεὸς τέταται πόνος· ἔνθεν ἔπειτα
- σπερχόμενος φλογέῃσιν ἐποχθίζων ὀδύνῃσι
- δύεται ἐν κόλποισιν ὑποβρυχίοισι θαλάσσης·
- τῷ δὲ τάχʼ ἀσπαλιῆες ἐπιτρωπῶσιν ἅπασαν
- ὁρμιήν· οὐ μὲν γὰρ ἔνι σθένος ἀνθρώποισιν
- ὅσσον τʼ αὖ ἐρύσαι καὶ ἀναινόμενον δαμάσασθαι
- βριθὺ πέλωρ· ῥέα γάρ σφε σὺν αὐτοῖς σέλμασι νηῶν
- ἑλκύσει ποτὶ βυσσόν, ὅθʼ ὁρμήσειε φέρεσθαι.
- οἱ δέ οἱ ὁρμιῇ προσαρηρότας εὐρέας ἀσκοὺς
- πνοιῆς ἀνδρομέης πεπληθότας εὐθὺς ἐς ὕδωρ
- δυομένῳ πέμπουσιν· ὁ δʼ ὀχθίζων ὀδύνῃσι
- ῥινῶν οὐκ ἀλέγει, κατὰ δʼ ἔσπασεν οὐκ ἐθέλοντας
- ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ.
- ἀλλʼ ὁπότʼ ἐς δάπεδον πελάσῃ μεμογηότι θυμῷ,
- στῆ ῥα μέγʼ ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος
- ἱδρῶτʼ ἐξανύσας καματώδεα τέρματος ἄκρου
- ἀφρῷ ὑφʼ αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς
- ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα,
- ὣς ὁ μέγʼ ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ
- μίμνειν ἱεμένῳ περ ἐπιτρωπῶσιν ἔνερθεν,
- αἶψα δʼ ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι
- πνοιῇ ἀειρόμενοι· τῷ δʼ ἵσταται ἄλλος ἄεθλος.
- ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσι
- ῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα
- δέρματʼ ἀμύνεσθαι· τὰ δʼ ἀνίπταται οὐδέ ἑ μίμνει,
- φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα·
- αὐτὰρ ὅ γʼ ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην,
- πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτʼ ἀνάγκῃ,
- ἄλλοθʼ ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος.
- ὡς δʼ ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσι
- πρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τινʼ ἄλλην
- χρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι,
- ἄμφω δὲ τρηχεῖαν ἐρειδομένοιο σιδήρου
- ἀλκὴν αὖ ἐρύουσι καὶ οὔποτε ταρσὸς ὀδόντων
- τέτραπται μίαν οἶμον, ἐπειγόμενος δʼ ἑκάτερθεν
- κλάζει τε πρίει τε καὶ ἔμπαλιν ἕλκεται αἰεί,
- τοῖον καὶ ῥινοῖσι πέλει καὶ θηρὶ δαφοινῷ
- νεῖκος ἀνελκομένῳ τε βιαζομένοις θʼ ἑτέρωθεν.
- πολλὴν δʼ αἱματόεσσαν ὑπεὶρ ἁλὸς ἔπτυσεν ἄχνην
- παφλάζων ὀδύνῃσιν, ὑποβρύχιον δὲ μέμυκε
- μαινομένου φύσημα, περιστένεται δέ οἱ ὕδωρ
- ἀμβολάδην· φαίης κεν ὑπʼ οἴδμασι πᾶσαν ἀϋτμὴν
- κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι.
- τόσσον ἀνασθμαίνει λάβρον μένος, ἀμφί δὲ πυκναὶ
- δίναις οἰδαλέῃσιν ἑλισσόμεναι στροφάλιγγες
- οἴδματα κοιλαίνουσι διϊσταμένοιο πόροιο.
- οἶον δʼ Ἰονίοιο παρὰ στόμα καὶ κελάδοντος
- Τυρσηνοῦ πόντοιο μέση πορθμοῖο διαρρὼξ
- εἰλεῖται, λάβροισιν ὑπ’ ἄσθμασι Τυφάωνος
- μαινομένη, δειναὶ δὲ τιταινόμεναι στροφάλιγγες
- κῦμα θοὸν κάμπτουσι, περιστρέφεται δὲ κελαινὴ
- ἑλκομένη δίνῃσι παλιρροίβδοισι Χάρυβδις,
- ὣς τότε κητείοισιν ὑπʼ ἄσθμασι χῶρος ἁπάντῃ
- ξαινόμενος βέμβικας ἑλίσσεται Ἀμφιτρίτης.
- ἔνθα τις ἰχθυβόλων γλαφυρὸν σκάφος ὠκὺς ἐρέσσων
- ἐς χέρσον κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης
- ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε,
- πρυμναίοις ἅτε νῆα κατοχμάσσας ὑπὸ δεσμοῖς.
- τὸν δʼ ὅτε παιφάσσοντα λάβῃ κόρος, ἐκ δʼ ὀδυνάων
- θὴρ ὀλοὸς μεθύῃ, καμάτῳ δέ οἱ ἄγριον ἦτορ
- κλίνηται, ῥέψῃ δὲ μόρου στυγεροῖο τάλαντα,
- ἀσκὸς μὲν πρώτιστος ἀνέδραμε πείρατα νίκης
- ἀγγέλλων, μέγα δʼ ἦτορ ἐν ἀγρευτῆρσιν ἄειρεν.
- οἶον δʼ ἀλγινόεντος ἀνερχόμενον πολέμοιο
- κήρυκʼ ἀργυφέοισιν ἐν εἵμασιν ἠδὲ προσώπῳ
- φαιδρῷ καγχαλόωντες ἑοὶ μεθέπουσιν ἑταῖροι,
- αἴσιον ἀγγελίην ποτιδεγμένοι αὐτίκʼ ἀκοῦσαι,
- ὣς οἱ καγχαλόωσιν ἐσαθρήσαντες ἔνερθε
- ῥινὸν ἀνερχομένην εὐάγγελον· αὐτίκα δʼ ἄλλοι
- ἀσκοὶ ἐπαντέλλουσι καὶ ἀνδύνουσι θαλάσσης,
- βριθὺ πέλωρ σύροντες· ὁ δʼ ἕλκεται οὐλόμενος θὴρ
- οὐκ ἐθέλων, μόχθῳ τε καὶ ἕλκεϊ θυμὸν ἀλύων.
- ἔνθα τότʼ ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας
- εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς·
- πολλὴ δὲ σμαραγή, πολλὴ δʼ ἀνὰ πόντον ἀϋτὴ
- σπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον
- κεκλομένων· φαίης κεν ἐνύαλιον πόνον ἀνδρῶν
- δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή,
- τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο.
- τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας
- αἰπόλος ἤ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων,
- ἢ δρυτόμος πεύκης ὀλετήρ ἢ θῆρας ἐναίρων
- θαμβήσας πόντου τε καὶ ᾐόνος ἐγγὺς ἱκάνει,
- στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν
- φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης
- εὐπάγλου· τοὺς δʼ ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει.
- ἔνθʼ ὁ μὲν ἐν παλάμῃσι τανυγλώχινα τρίαιναν
- πάλλει, ὁ δʼ ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσιν
- εὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει
- ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου
- χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα
- βάλλουσʼ, οὐτάζουσι, καταΐγδην ἐλόωντες.
- αὐτὰρ ὅ γʼ ἠνορέης μὲν ὑπερφιάλοιο λέλησται,
- οὐδʼ ἔτʼ ἔχει γενύεσσι καὶ ἱέμενός περ ἐρύκειν
- νῆας ἐπεσσυμένας, πτερύγων δʼ ὑπεραχθέϊ ῥιπῇ
- ἄκρῃ τʼ ἀλκαίῃ βύθιον διὰ κῦμα λαχαίνων
- ἔμπαλιν ἐς πρύμνας ὠθεῖ νέας, ἔργα δʼ ἐρετμῶν
- ἀνδρῶν τʼ ἠνορέην γνάμπτει πάλιν, ἠΰτʼ ἀήτης
- ἀντίβιος πρώρῃσιν ἐναντία κῦμα κυλίνδων·
- τῶν δʼ ἐνοπὴ κέκληγεν ἐφιεμένων πονέεσθαι,
- κῦμα δʼ ἅπαν λύθροιο φορύσσεται ἐκχυμένοιο
- ὠτειλαῖς ὀλοῇσι· τὸ δὲ ζέει ἄπλετον ὕδωρ
- αἵματι κητείῳ, γλαυκὴ δʼ ἐρυθαίνεται ἃλμη.
- ὡς δʼ ὅτε χειμερίοιο κατερχομένου ποταμοῖο
- κόλπον ἐς οἰδματόεντα λόφων ἀπὸ μιλτοκαρήνων
- ἰλὺς αἱματόεσσα κυλίνδεται ὕδατος ὁρμῇ,
- κιρναμένη δίνῃσιν· ἑκὰς δʼ ἐρυθαίνεται ὕδωρ
- ξανθῆς ἐκ κονίης, λύθρος δʼ ἔχει ὥστε θάλασσαν,
- ὣς τότε κητείοιο πόρος λύθροιο πέφυρται
- φοίνιος ἐν προχοῇσι δαϊζομένου βελέεσσιν.
- ἐν δέ οἱ ὠτειλῇσιν ἀφυσσάμενοι ῥόον ἄντλου
- πευκεδανὸν στάζουσʼ· ἡ δʼ ἕλκεσι μισγομένη ἃλς
- ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον.
- ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ
- πόντου ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα
- ῥιπή, τὴν δʼ ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσει
- μισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα,
- ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει
- ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ.
- ἀλλʼ ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνῃσιν
- ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο
- μοῖρα φέρῃ, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον
- γηθόσυνοι σύρουσιν· ὁ δʼ ἕλκεται οὐκ ἐθέλων περ,
- πολλῇσι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις,
- νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων·
- οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες,
- εἰρεσίῃ σπέρχοντες ἐπικλάζουσι θαλάσσῃ
- ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες.
- ὡς δʼ ὁπότʼ εἰναλίοιο διακρινθέντος Ἄρηος
- νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας
- δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι
- γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι
- ναυμάχον εἰρεσίης[*](v. l. εἰρεσίῃς.) παιήονα· τοὶ δʼ ἀέκοντες
- ἀχνύμενοι δηΐοισιν ἀναγκαίῃ ξυνέπονται,
- ὣς οἵ γʼ αἰνοπέλωρον ἀναψάμενοι δάκος ἅλμης
- γηθόσυνοι κατάγουσιν ἐπʼ ᾐόνας· ἀλλʼ ὅτε χέρσῳ
- ἐμπελάσῃ, τότε δή μιν ἐτήτυμος ὦρσεν ὄλεθρος
- λοίσθιος ἀσπαίρει τε διαξαίνει τε θάλασσαν
- σμερδαλέαις πτερύγεσσιν, ἅτʼ εὐτύκτῳ περὶ βωμῷ
- ὄρνις ἑλισσομένη θανάτου στροφάλιγγι κελαινῇ,
- δύσμορος· ἦ μάλα πολλὰ λιλαίεται οἴδμαθʼ ἱκέσθαι,
- ἀλλά οἱ ἠνορέης λέλυται σθένος, οὐδέ τι γυῖα
- πείθεται, ἐς χέρσον δὲ καθέλκεται αἰνὸν ἀΐσθων,
- φορτὶς ὅπως εὐρεῖα πολύζυγος, ἥν τε θαλάσσης
- ἀνέρες ἐξερύουσιν ἐπὶ τραφερὴν ἀνάγοντες
- χείματος ἱσταμένοιο μεταπνεῦσαι καμάτοιο
- ποντοπόρου· βριθὺς δὲ πόνος ναύτῃσι μέμηλεν·
- ὣς οἵ γʼ ὀβριμόγυιον ἐπὶ χθόνα κῆτος ἄγουσι·
- πλῆσεν δʼ ᾐόνα πᾶσαν ὑπʼ ἀπλάτοις μελέεσσι
- κεκλιμένοις, τέταται δὲ νέκυς ῥίγιστος ἰδέσθαι.
- τοῦ μέν τις φθιμένοιο καὶ ἐν χθονὶ πεπταμένοιο
- εἰσέτι δειμαίνει πελάσαι δυσδερκέϊ νεκρῷ
- ταρβεῖ τʼ οὐκέτʼ ἐόντα καὶ οἰχομένοιό περ ἔμπης
- πεφρικὼς αὐτοῖσιν ἐνὶ γναθμοῖσιν ὀδόντας.
- ὀψὲ δὲ θαρσήσαντες ἀολλέες ἀμφαγέρονται,
- θάμβεϊ παπταίνοντες ἐρείπιον ὠμηστῆρος.
- ἔνθʼ οἱ μὲν γενύων ὀλοὰς στίχας ἠγάσσαντο,
- δεινοὺς χαυλιόδοντας, ἀναιδέας, ἠΰτʼ ἄκοντας
- τριστοιχεὶ πεφυῶτας ἐπασσυτέρῃσιν ἀκωκαῖς·
- ἄλλοι δʼ ὠτειλὰς πολυδηρίτοιο πελώρου
- χαλκοτόρους ἀφόωσιν· ὁ δʼ ὀξύπρωρον ἄκανθαν
- θηεῖται σμερδνοῖσιν ἀνισταμένην σκολόπεσσιν·
- ἄλλοι δʼ ἀλκαίην, ἕτεροι πολυχανδέα νηδὺν
- καὶ κεφαλὴν ἀπέλεθρον ὁρώμενοι ἠγάσσαντο.
- καί τις ἀνὴρ ὁρόων βλοσυρὸν δάκος Ἀμφιτρίτης
- ἤθεσιν ἐν τραφεροῖσι πολὺ πλέον ἠὲ νέεσσι
- δηθύνων ἑτάροισι μετέννεπεν ἐγγὺς ἐοῦσι·
- Γαῖα, φίλη θρέπτειρα, σὺ μὲν τέκες ἠδʼ ἐκόμισσας
- φορβῇ χερσαίῃ· κόλποις δʼ ἐνὶ σεῖο θάνοιμι,
- ἦμαρ ὅτʼ ἀντήσειε τὸ μόρσιμον· ἔργα δὲ πόντου
- εὐμενέοι, χέρσῳ δὲ Ποσειδάωνα σέβοιμι·
- μηδέ μʼ ἐν ἀργαλέοις ὀλίγον δόρυ κύμασι πέμποί,
- μηδʼ ἀνέμους νεφέλας τε κατʼ ἠέρα παπταίνοιμι·
- οὐ γὰρ ἁλὸς ῥοθίων τόσσος φόβος οὐδʼ ἀλεγεινῆς
- ἀνδράσι ναυτιλίης καὶ ὀϊζύος ἣν μογέουσιν,
- αἰεὶ δυσκελάδοισι συνιππεύοντες ἀέλλαις,
- οὐδʼ ἅλις ὀλλυμένοις διερὸς μόρος, ἀλλʼ ἔτι τοίους
- δαιτυμόνας μίμνουσιν, ἀτυμβεύτου δὲ τάφοιο
- θηρείου λαιμοῖο μυχοὺς πλήσαντο τυχόντες·
- δειμαίνω τοίων ἀχέων τροφόν· ἀλλά, θάλασσα,
- χαῖρέ μοι ἐκ γαίης, ἕκαθεν δʼ ἐμοὶ ἤπιος εἴης.
- κήτεα μὲν τοίοισιν ἐδῃώσαντο πόνοισιν
- ὅσσα δέμας προβέβηκεν ὑπερφυές, ἄχθεα πόντου.
- ὅσσα δὲ βαιοτέρων μελέων λάχε, τοῖσι καὶ ἄγρη
- βαιοτέρη, θήρεσσι δʼ ἐοικότα τεύχε’ ἔασι,
- μείονες ὁρμιαί, μείων γένυς ἀγκίστροιο,
- φορβὴ παυροτέρη, γενύων δόλος, ἀντὶ δὲ ῥινῶν
- αἰγοδόρων ἁψῖδες ἀναπτόμεναι κολοκύντης
- ἀζαλέης θήρειον ἄνω δέμας αὖ ἐρύουσι.
- Λάμνης δὲ σκύμνοισιν ὅτʼ ἀντήσωσʼ ἁλιῆες,
- πολλάκι καὶ τροπὸν αὐτόν, ἐπαρτέα δεσμὸν ἐρετμοῦ,
- λυσάμενοι προὔτειναν ἐν οἴδμασιν· ἡ δʼ ἐσιδοῦσα
- ἔσσυτο καὶ γενύων προΐει μένος, αἶψα δὲ σειρῇ
- ἐνσχόμενοι μίμνουσιν ἅτʼ ἐν δεσμοῖσιν ὀδόντες
- ἀγκύλοι· ἔνθεν ἔπειτα πόνος ῥήϊστος ὀλέσσαι
- λάμνην τριγλώχινος ὑπὸ ῥιπῇσι σιδήρου.
- ἔξοχα δʼ ἐχθοδοποῖς ἐνὶ κήτεσι μαργαίνουσι
- λαιμῷ λαβροσύνῃ τε κυνῶν ὑπέροπλα γένεθλα·
- ἔξοχα δʼ ὑβρισταὶ καὶ ἀγήνορες, οὐδέ κεν ἄν τι
- ἀντόμενοι τρέσσειαν, ἀναιδείην ἀχάλινον
- αἰεὶ κυμαίνουσαν ἐπὶ φρεσὶ λύσσαν ἔχοντες·
- πολλάκι δʼ ἰχθυβόλοισι καὶ ἐς λίνον ἀΐξαντες
- κύρτοις τʼ ἐμπελάσαντες ἐδηλήσανθʼ ἁλιεῦσιν
- ἄγρην ἰχθυόεσσαν, ἑὴν φρένα πιαίνοντες.
- τοὺς δέ τις ἀσπαλιεὺς δεδοκημένος ἰχθύσιν αὐτοῖς,
- πείρας ἀγκίστρῳ, μενοεικέα ληΐδα θήρης,
- ῥηϊδίως ἐρύσει περὶ γαστέρα μαιμώοντας.
- Φώκῃ δʼ οὐκ ἄγκιστρα τετεύχαται οὔτε τις αἰχμὴ
- τρίγλυφος ἥ κεν ἕλοι κείνης δέμας· ἔξοχα γάρ μιν
- ῥινὸς ὑπὲρ μελέων στερεὴ λάχεν, ὄβριμον ἕρκος·
- ἀλλʼ ὅτʼ ἐϋπλεκέεσσι λίνοις περικυκλώσωνται
- φώκην ἀσπαλιῆες ἐν ἰχθύσιν οὐκ ἐθέλοντες,
- δὴ τότε τοῖς κραιπνοί τε πόνοι σπουδή τε καθέλκειν
- δίκτυον ἐς ῥηγμῖνας, ἐπεὶ φώκην μεμαυῖαν
- οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη
- δίκτυα, ῥηϊδίως δὲ βίῃ τʼ ὀνύχων θʼ ὑπʼ ἀκωκαῖς
- ῥήξει τʼ ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ
- εἰλομένοις, μέγα δʼ ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων.
- ἀλλʼ ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης,
- ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι
- δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες
- ἐς κροτάφους πέφνουσιν· ἐπεὶ φώκῃσιν ὄλεθρος
- ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένῃσι.
- ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι
- θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο.
- τάων δʼ ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων
- ἀνέρι θαρσαλέῳ καὶ ἀταρβέα θυμὸν ἔχοντι·
- εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισιν
- ὕπτιον ἀνστρέψειεν ἐπʼ ὄστρακον, οὐκέτι κείνη
- πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν·
- ὕψι δʼ ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα
- ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δʼ ἔχει ἀγρευτῆρας.
- τὴν δʼ ὁτὲ μὲν θείνουσι σιδηρείῃσι βολῇσιν,
- ἄλλοτε δʼ ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν.
- ὡς δʼ ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτον
- ἀνστρέψῃ τρηχεῖαν ἑλὼν χέλυν, ἡ δʼ ἐπὶ νῶτα
- κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι,
- ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθῳ
- πυκνὸν ἐπασπαίρουσα, γέλως δʼ ἔχει ὅς κεν ἴδηται,
- ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμῃ
- ἐμφέρεται λωβητὸν ὑπʼ ἀνδράσιν ἰχθυβόλοισι.
- πολλάκι δʼ ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων
- ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα
- ἐς πόντον φορέει, τὴν δʼ οὐκέτι καὶ μεμαυῖαν
- κῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει
- ὕψι μάλʼ ἱεμένην νεάτης ἁλός· οἱ δʼ ἐσιδόντες
- ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν.
- δελφίνων δʼ ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι
- κεῖνος ἔτʼ ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν
- εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει,
- ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον.
- ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι
- δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων·
- ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι
- Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης
- κέχρηνται, μέγα δʼ εἰσὶ συνάρθμιοι ἀλλήλοισιν.
- ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵην
- ἄγρην εὐθήρητον ἐπʼ ἰχθύσιν ὡπλίσσαντο
- νήσῳ ἐν Εὐβοίῃ μετὰ κύμασιν Αἰγαίοισιν·
- εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν
- ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν,
- ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δʼ ἐφέπονται
- δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον.
- ἔνθʼ οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται
- ἰχθύες, οἱ δʼ ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ
- δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν
- τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι,
- πυκνὸν ἐπιθρώσκοντες, ἅτʼ ἀνδράσι θηρητῆρσι
- θῆρα κύνες σεύοντες ἀμοιβαίῃς ὑλακῇσι.
- τοὺς δʼ ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες
- ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνῃ.
- τοῖσι δʼ ἄφυκτα κέλευθα, διορχεῦνται δʼ ἐνὶ πόντῳ,
- καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν.
- ἀλλʼ ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται,
- δὴ τότʼ ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες
- μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν·
- οἱ δʼ οὐκ ἠνήναντο, πόρον δʼ εὐαγρέα μοῖραν
- ἀσπασίως· ἤν γάρ τις ὑπερφιάλως ἀλίτηται,
- οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπʼ ἄγρην.
- καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦ
- ἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτῳ
- κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ,
- ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων
- Ταιναρίῃ τʼ ἐπέλασσεν ἐπὶ προβολῇσι Λακώνων.
- καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων,
- τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα
- δελφίς, σὺν δʼ ἤθυρε παρʼ ᾐόσι, καὶ κελαδεινῇ
- τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς
- μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τʼ ἀφικέσθαι.
- ἀλλʼ οὐδʼ ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται
- Αἰολίς· οὔτι παλαιόν, ἐφʼ ἡμετέρῃ δὲ γενέθλῃ·
- δελφὶς ὥς ποτε παιδὸς ἐράσσατο νησαίοιο·
- νήσῳ δʼ ἐνναίεσκεν, ἀεὶ δʼ ἔχε ναύλοχον ὅρμον,
- ἀστὸς ὅπως, ἕταρον δὲ λιπεῖν ἠναίνετο θυμῷ,
- ἀλλʼ αὐτοῦ μίμναζε παρέστιος ἐξέτι τυτθοῦ,
- σκύμνος ἀεξηθείς, ὀλίγον βρέφος, ἤθεσι παιδὸς
- σύντροφος· ἀλλʼ ὅθʼ ἵκοντο τέλος γυιαλκέος ἥβης,
- καί ῥʼ ὁ μὲν ἠϊθέοισι μετέπρεπεν, αὐτὰρ ὁ πόντῳ
- ὠκύτατος δελφὶς ἑτέρων προφερέστατος ἦεν,
- δή ῥα τότʼ ἔκπαγλόν τε καὶ οὐ φατὸν οὐδʼ ἐπίελπτον
- θάμβος ἔην ξείνοισι καὶ ἐνναέτῃσιν ἰδέσθαι·
- πολλοὺς δʼ ὤρορε φῆμις ἰδεῖν σέβας ὁρμηθέντας,
- ἠΐθεον δελφῖνι συνηβώοντας ἑταίρους·
- πολλαὶ δʼ ἠϊόνων ἀγοραὶ πέλας ἦμαρ ἐπʼ ἦμαρ
- ἱεμένων ἵσταντο σέβας μέγα θηήσασθαι.
- ἔνθʼ ὁ μὲν ἐμβεβαὼς ἄκατον κοίλοιο πάροιθεν
- ὅρμου ἀναπλώεσκε, κάλει δέ μιν οὔνομʼ ἀΰσας
- κεῖνο, τό μιν φήμιξεν ἔτι πρώτης ἀπὸ φύτλης·
- δελφὶς δʼ ἠΰτʼ ὀϊστός, ἐπεὶ κλύε παιδὸς ἰωήν,
- κραιπνὰ θέων ἀκάτοιο φίλης ἄγχιστος ἵκανε,
- σαίνων τʼ οὐραίῃ κεφαλήν τʼ ἀνὰ γαῦρος ἀείρων,
- παιδὸς ἐπιψαῦσαι λελιημένος· αὐτὰρ ὁ χερσὶν
- ἦκα καταρρέζεσκε, φιλοφροσύνῃσιν ἑταῖρον
- ἀμφαγαπαζόμενος, τοῦ δʼ ἵετο θυμὸς ἱκέσθαι
- αὐτὴν εἰς ἄκατον παιδὸς πέλας· ἀλλʼ ὅτʼ ἐς ἅλμην
- κοῦφα κυβιστήσειεν, ὃ δʼ ἐγγύθι νήχετο κούρου,
- αὐτῇσι πλευρῇσιν ἀνὰ πλευρὰς παρενείρων,
- αὐτῇσι γενύεσσι πέλας γένυν, ἠδὲ καρήνῳ
- ἐγχρίμπτων κεφαλήν· φαίης κέ μιν ἱμείροντα
- κῦσσαι καὶ στέρνοισι περιπτύξαι μενεαίνειν
- ἠΐθεον· τοίῃ γὰρ ὀπάονι νήχετο ῥιπῇ.
- ἀλλʼ ὅτε καὶ πελάσειε παρʼ ᾐόσιν, αὐτίκα κοῦρος
- ἁψάμενος λοφιῆς διερῶν διερῶν ἐπεβήσατο νώτων·
- αὐτὰρ ὅ γʼ ἀσπασίως παιδὸς δέμας ἔμφρονι θυμῷ
- δεξάμενος φοίτασκεν, ὅπῃ νόος ἠϊθέοιο
- ἤλαεν, εἴτʼ ἄρα πόντον ἐπʼ εὐρέα τῆλε κελεύοι
- στέλλεσθʼ, εἴθʼ αὔτως λιμένος διὰ χῶρον ἀμείβειν,
- ἢ χέρσῳ πελάειν, ὁ δʼ ἐπείθετο πᾶσαν ἐφετμήν.
- οὔτε τις ἡνιόχῳ πῶλος τόσον ἐν γενύεσσι
- μαλθακὸς εὐγνάμπτοισιν ἐφέσπεται ὧδε χαλινοῖς,
- οὔτε τις ἀγρευτῆρι κύων ἐθἀς ὀτρύνοντι
- τόσσον ὑπεικαθέων ἐπιπείθεται, ᾗ κεν ἄγῃσιν,
- οὔτʼ ἔτι κεκλομένοιο τόσον θεράποντες ἄνακτος
- πειθόμενοι ῥέζουσιν ἑκούσιον ἔργον ἑκόντες,
- ὅσσον ὑπʼ ἠϊθέῳ δελφὶς φίλος ὀτρύνοντι
- πείθετʼ ἄνευ ζεύγλης τε βιαζομένων τε χαλινῶν.
- οὐ μέν μιν μοῦνον φορέειν θέλεν, ἀλλὰ καὶ ἄλλῳ
- πείθετο, τῷ μιν ἄνωγεν ἄναξ ἑός, ἀν δʼ ἐκόμιζε
- νώτοις, οὔτινα μόχθον ἀναινόμενος φιλότητι.
- τοίη μὲν ζωῷ φιλίη πέλεν· ἀλλʼ ὅτε παῖδα
- πότμος ἕλε, πρῶτον μὲν ὀδυρομένῳ ἀτάλαντος
- δελφὶς ἠϊόνεσσιν ἐπέδραμεν, ἥλικα κοῦρον
- μαστεύων· φαίης κεν ἐτήτυμον ὄσσαν ἀκούειν
- μυρομένου· τοῖόν μιν ἀμήχανον ἄμπεχε πένθος·
- οὐδʼ ἔτι κικλήσκουσιν ἐπείθετο πολλάκις ἀστοῖς
- νησαίοις, οὐ βρῶσιν ὀρεγνυμένην ἐθέλεσκε
- δέχνυσθαι, μάλα δʼ αἶψα καὶ ἐξ ἁλὸς ἔπλετʼ ἄϊστος
- κείνης, οὐδέ τις αὐτὸν ἐπεφράσατʼ, οὐδʼ ἔτι χῶρον
- ἵκετο· τὸν μέν που παιδὸς πόθος οἰχομένοιο
- ἔσβεσε, σὺν δὲ θανόντι θανεῖν ἔσπευσεν ἑταίρῳ.
- ἀλλʼ ἔμπης καὶ τόσσον ἐνηείῃ προφέροντας
- καὶ τόσον ἀνθρώποισιν ὁμόφρονα θυμὸν ἔχοντας
- Θρήϊκες ὑβρισταὶ καὶ ὅσοι Βύζαντος ἔχουσιν
- ἄστυ σιδηρείοισι νοήμασιν ἀγρώσσουσιν·
- ἦ μέγʼ ἀταρτηροὶ καὶ ἀτάσθαλοι· οὐδέ κε παίδων,
- οὐ πατέραν φείσαιντο, κασιγνήτους τʼ ὀλέκοιεν
- ῥηϊδίως· τοῖος δὲ νόμος δυστερπέος ἄγρης.
- μητρὶ μὲν αἰνοτόκῳ δίδυμον γένος ἐγγὺς ὀπηδεῖ
- δελφίνων, ἀταλοῖσιν ἀλίγκιον ἠϊθέοισι·
- Θρήϊκες αὖ ἐπὶ τοῖσιν ἀπηνέες ἐντύνονται,
- στειλάμενοι δόρυ κοῦφον ἀτάσθαλον ἐς πόνον ἄγρης.
- οἱ μὲν δὴ λεύσσοντες ἐπειγόμενον σκάφος ἄντην
- ἀτρεμέες μίμνουσι καὶ ἐς φόβον οὐχ ὁρόωσιν,
- οὔ τινʼ ὀϊόμενοι μερόπων δόλον, οὐδέ τινʼ ἄτην
- ἵξεσθαι, σαίνουσι δʼ ἐνηέας ἠΰθ’ ἑταίρους
- γηθόσυνοι, χρίμπτοντες ἑὸν χαίροντες ὄλεθρον.
- οἱ δὲ θοῶς ἐλάσαντες ἀκοντιστῆρι τριαίνῃ
- τήν τʼ ἀκίδα κλείουσι, βέλος κρυερώτατον ἄγρης,
- δελφίνων ἕνα κοῦρον ἀνωΐστῳ βάλον ἄτῃ·
- αὐτὰρ ὅ γʼ ἰδνωθείς, ὀδύνης ὕπο πικρὸν ἀχεύων,
- αὐτίχʼ ὑποβρυχίης εἴσω καταδύεται ἅλμης,
- ὀχθίζων σφακέλῳ τε καὶ ἀργαλέῃσιν ἀνίαις·
- οἱ δέ μιν οὐκ ἐρύουσι βιώμενοι· ἦ γὰρ ἄν ἄγρης
- μαψιδίως ἄλιον καὶ ἐτώσιον ἔργον ἄροιντο·
- ἀλλά οἱ ἱεμένῳ δολιχὴν ἐφιᾶσιν ἄγεσθαι
- μήρινθον καὶ νῆα κατασπέρχουσιν ἐρετμοῖς,
- ἑσπόμενοι δελφῖνος ἀτυζομένοιο κελεύθοις.
- ἀλλʼ ὅτε λευγαλέῃσι κακηπελέων ὀδύνῃσι
- κάμνῃ καὶ γλωχῖσι περισκαίρῃσι σιδήρου,
- δή ῥα τότʼ ἀδρανέων ἀναδύεται, ἄλκιμα γυῖα
- κεκμηκώς, κούφοισιν ἀειρόμενος ῥοθίοισιν,
- ὕστατα φυσιόων· μήτηρ δέ μιν οὔποτε λείπει,
- ἀλλʼ αἰεὶ μογέοντι συνέσπεται, ἔκ τʼ ἀνιόντι
- βυσσόθεν, ἀχνυμένῃ τε καὶ αἰνότατον στεναχούσῃ
- εἰδομένη· φαίης κεν ὀδυρομένην ὁράασθαι
- μητέρα περθομένης πόλιος περὶ δυσμενέεσσι
- παίδων θʼ ἑλκομένων ὑπὸ ληΐδα δουρὸς ἀνάγκῃ·
- ὣς ἥ γʼ αἴνʼ ἀχέουσα δαϊζομένῳ περὶ παιδί,
- ὥστʼ αὐτὴ μογέουσα καὶ οὐτηθεῖσα σιδήρῳ,
- δινεύει· τὸν δʼ ἄλλον ἑῆς ἀπὸ παῖδα κελεύθου
- στέλλει ἐπεμπίπτουσα καὶ ὀτρύνουσα διώκει·
- φεῦγε, τέκος· μέροπες γὰρ ἀνάρσιοι, οὐκέθʼ ἑταῖροι
- ἡμῖν, ἀλλὰ σίδηρον ἐφοπλίζουσι καὶ ἄγρην·
- ἤδη καὶ δελφῖσιν ἐπεντύνουσιν Ἄρηα,
- σπονδάς τʼ ἀθανάτων καὶ ὁμοφροσύνην ἀλιτόντες
- ἡμετέρην, τὴν πρόσθεν ἐπʼ ἀλλήλοις ἐθέμεσθα.
- τοῖα καὶ ἄφθογγός περ ὅμως τεκέεσσιν ἑοῖσι
- μυθεῖται· καὶ τὸν μὲν μὲν ἀπέτρεπε τῆλε φέβεσθαι,
- τῷ δʼ ἑτέρῳ κρυερῶς μεμογηότι συμμογέουσα
- αὐτῆς ἄγχʼ ἀκάτοιο συνέσπεται, οὐδʼ ἀπολείπει·
- οὐδέ τις ἱέμενός περ ἀποτρέψειε τεκοῦσαν
- οὔτε βαλὼν οὔτʼ ἄλλο φέρων δέος· ἀλλʼ ἅμα παιδὶ
- ἑλκομένῳ δύστηνος ἀνέλκεται, ὄφρα πελάσσῃ
- δυσμενέων ὑπὸ χεῖρας· ἀνάρσιοι, ἦ μέγʼ ἀλιτροὶ
- οἵδʼ, οὔτʼ οἰκτείρουσιν ἀτυζομένην ὁρόωντες
- οὔτε νόον γνάμπτουσι σιδήρεον, ἀλλὰ καὶ αὐτὴν
- χαλκείαις ἀκίδεσσι καταΐγδην ἐλάσαντες
- παῖδά τε καὶ γενέτειραν ὁμῇ συναπέφθισαν ἄτῃ·
- ἔφθισαν οὐκ ἀέκουσαν, ἐπεὶ περὶ παιδὶ θανόντι
- μήτηρ καὶ φρονέουσα καὶ ἱεμένη δεδάϊκται.
- ὡς δʼ ὁπότʼ ὀρταλίχοισι χελιδόσι νηπιάχοισι
- νέρθεν ὑπὲξ ὀρόφοιο τυχὼν ὄφις ἄγχι πελάσσῃ,
- καὶ τοὺς μὲν κατέπεφνε καὶ ἔσπασεν ἔνδον ὀδόντων,
- μήτηρ δὲ πρῶτον μὲν ἀτυζομένη δεδόνηται
- λοίγια τετριγυῖα φόνου γόον· ἀλλʼ ὅτε παῖδας
- ἀθρήσῃ φθιμένους, ἣ δʼ οὐκέτι φύξιν ὀλέθρου
- δίζεται, ἀλλʼ αὐτῇσιν ὑπαὶ γενύεσσι δράκοντος
- εἱλεῖται, μέσφʼ ὄρνιν ἕλῃ παιδοκτόνος ἄτη·
- ὣς ἄρα καὶ δελφῖνι νέῳ συναπέφθιτο μήτηρ,
- χεῖρας ἐς ἰχθυβόλων αὐτάγρετος ἀντήσασα.
- ἔθνεα δʼ ὀστρακόρινα, τά θʼ ἑρπύζουσι θαλάσσῃ,
- πάντα φάτις μήνης μὲν ἀεξομένης κατὰ κύκλον
- σαρκὶ περιπλήθειν καὶ πίονα ναιέμεν οἶκον·
- φθινούσης δʼ ἐξαῦτις ἀφαυροτέροις μελέεσσι
- ῥικνοῦσθαι· τοίη τις ἐνί σφισιν ἐστὶν ἀνάγκη.
- τῶν δὲ τὰ μὲν δύνοντες ὑπόβρυχα χερσὶ λέγονται
- ἀνέρες ἐκ ψαμάθοιο, τὰ δʼ ἐκ σπιλάδων ἐρύουσι
- νωλεμὲς ἐμπεφυῶτα, τὰ δʼ ᾐόσιν ἔπτυσαν αὐταῖς
- κύματα καὶ βόθροισι λαχαινομένης ψαμάθοιο.
- πορφύραι αὖ πέρι δή τι μετʼ ὀστρείοισιν ἔασι
- λίχναι· τοίη δέ σφιν ἐτήτυμος ἵσταται ἄγρη.
- κυρτίδες ἠβαιαὶ ταλάροις γεγάασιν ὁμοῖαι,
- πυκνῇσι σχοίνοισι τετυγμέναι· ἐν δʼ ἄρα τῇσι
- στρόμβος συγκέλσαντες ὁμοῦ χήμῃσι τίθενται·
- αἱ δʼ ὅταν ἐμπελάσωσι βορῆς μεθύουσαι ἔρωτι,
- γλῶσσαν ὑπὲκ θαλάμης δολιχὴν βάλον· ἡ δὲ τέτυκται
- λεπτή τʼ ὀξείη τε, διὰ σχοίνων δʼ ἐτάνυσσαν
- φορβῆς ἱέμεναι, χαλεπῆς δʼ ἤντησαν ἐδωδῆς·
- γλῶσσα γὰρ ἐν σχοίνοισιν ἐρειδομένη πυκινῇσιν
- οἰδάνεται, στείνει δὲ λύγων βρόχος, οὐδʼ ἔτʼ ὀπίσσω
- ἀνδύνει μεμαυῖα, μένει δʼ ὀδύνῃσι ταθεῖσα,
- εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσῃ μεμαυίας,
- πορφυρέοις κάλλιστον ὑφάσμασιν ἄνθος ἄγοντες.
- Σπογγοτόμων δʼ οὔ φημι κακώτερον ἄλλον ἄεθλον
- ἔμμεναι, οὐδʼ ἄνδρεσσιν ὀϊζυρώτερον ἔργον.
- οἱ δʼ ἤτοι πρῶτον μέν, ὅτʼ ἐς πόνον ὁπλίζωνται,
- βρώμῃ τʼ ἠδὲ ποτοῖσιν ἀφαυροτέροισι μέλονται,
- ὕπνῳ τʼ οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται.
- ὡς δʼ ὅτʼ ἀνὴρ εὔγηρυν ἐφοπλίζητʼ ἐς ἀγῶνα,
- μολπῆς εὐφόρμιγγος ἔχων Φοιβήϊον εὖχος,
- πᾶσα δέ οἱ μέλεται κομιδή, πάντῃ δὲ φυλάσσει,
- πιαίνων ἐς ἄεθλα λιγυφθόγγου μέλος αὐδῆς,
- ὣς οἵ γʼ ἐνδυκέως κομιδὴν εὔφρουρον ἔχουσι,
- ὄφρα σφι πνοιή τε μένῃ ποτὶ βυσσὸν ἰοῦσιν
- ἀσκηθής, προτέροιο δʼ ἀναψύξωσι πόνοιο.
- ἀλλʼ ὅτʼ ἀεθλεύωσι μέγαν πόνον ἐξανύοντες,
- εὐχόμενοι μακάρεσσιν ἁλὸς μεδέουσι βαθείης
- ἀρῶνται κήτειον ἀλεξῆσαί σφισι πῆμα,
- μήτε τινʼ ἀντιάσαι λώβην ἁλός· ἢν δʼ ἐσίδωνται
- κάλλιχθυν, τότε δή σφι νόον μέγα θάρσος ἱκάνει·
- οὐ γάρ πω κείνῃσι νομαῖς ἔνι κῆτος ἄαπτον,
- οὐ δάκος, οὐδέ τι πῆμα θαλάσσιον ἄλλο φαάνθη,
- ἀλλʼ αἰεὶ καθαροῖσιν ἀπημάντοις τε πόροισι
- τέρπονται· τῷ καί μιν ἐφήμισαν ἱερὸν ἰχθύν.
- τῷ δʼ ἐπιγηθήσαντες ἐπισπεύδουσι πόνοισι.
- πείσματι μηκεδανῷ μεσάτης ὑπὲρ ἰξύος ἀνὴρ
- ἔζωσται, παλάμῃσι δʼ ἐν ἀμφοτέρῃσιν ἀείρει
- τῇ μὲν ἐριβριθῆ μολίβου χύσιν ἀμφιμεμαρπώς,
- δεξιτερῇ δʼ ἅρπην εὐήκεα χειρὶ τιταίνει·
- φρουρεῖ δʼ ἐν γενύεσσιν ὑπὸ στόμα λευκὸν ἄλειφαρ·
- στὰς δʼ ἄρʼ ὑπὲρ πρώρης ἐσκέψατο πόντιον οἶδμα
- ὁρμαίνων βριθύν τε πόνον καὶ ἀθέσφατον ὕδωρ.
- οἱ δέ μιν ὀτρύνουσιν ἐπισπέρχουσί τε μύθοις
- θαρσαλέοις ἐπὶ μόχθον, ἅτʼ ἐν νύσσῃ βεβαῶτα
- ἄνδρα ποδωκείης δεδαημένον· ἀλλʼ ὅτε θυμῷ
- θαρσήσῃ, δίναις μὲν ἐνήλατο, τὸν δὲ καθέλκει
- ἱέμενον πολιοῦ μολίβου βεβριθότος ὁρμή.
- αὐτὰρ ὅ γʼ ἐς βυσσὸν προμολὼν ἐξέπτυσʼ ἀλοιφήν·
- ἡ δὲ μέγα στίλβει τε καὶ ὕδατι μίσγεται αὐγή,
- ὄρφνης ἠΰτε πυρσὸς ἀνὰ κνέφας ὄμμα φαείνων·
- πέτραις δʼ ἐμπελάσας σπόγγους ἴδεν· οἱ δὲ φύονται
- ἐν νεάτοις πλαταμῶσιν, ἀρηρότες ἐν σπιλάδεσσι·
- καί σφισι καὶ πνοιὴν φάτις ἔμμεναι, οἷα καὶ ἄλλοις,
- ὅσσα πολυρραθάγοισιν ἐνὶ σπιλάδεσσι φύονται.
- αἶψα δʼ ἐπαΐξας δρεπάνῃ τάμε χειρὶ παχείῃ
- ὥστε τις ἀμητὴρ σπόγγων δέμας, οὐδέ τι μέλλει
- δηθύνων, σχοῖνον δὲ θοῶς κίνησεν, ἑταίροις
- σημαίνων κραιπνῶς μιν ἀνελκέμεν· αἷμα γὰρ ἐχθρὸν
- αὐτίκʼ ἀπὸ σπόγγων ῥαθαμίζεται, ἀμφὶ δʼ ἄρʼ ἀνδρὶ
- εἱλεῖται, πνοιῇ δὲ δυσαέϊ πολλάκι φῶτα
- ἔσβεσε μυκτήρεσσιν ἐνισχόμενος βαρὺς ἰχώρ.
- τοὔνεκα λαιψηρῶς ἀναδύεται ὥστε νόημα
- ἑλκόμενος· τὸν μέν τις ἰδὼν προφυγόντα θαλάσσης
- ἄμφω γηθήσειε καὶ οἰκτείρων ἀκάχοιτο·
- ὧδε γὰρ ἠπεδανοῖσι παριεμένου μελέεσσι
- δείματι καὶ καμάτῳ θυμαλγέϊ γυῖα λέλυνται.
- πολλάκι δʼ ἐχθίστης τε τυχὼν καὶ ἀπηνέος ἄγρης
- ἅλμενος ἐς πόντοιο βαθὺν πόρον οὐκέτʼ ἀνέσχε,
- δύσμορος, ἀντιάσας δυσδερκέϊ θηρὶ πελώρῳ·
- καί ῥʼ ὁ μὲν οἷς ἑτάροισιν ἐπισείων θαμὰ δεσμὸν
- κέκλεται αὖ ἐρύειν, τὸ δέ οἱ δέμας ἡμιδάϊκτον
- κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες,
- οἰκτρὸν ἰδεῖν, ἔτι νηὸς ἐφιέμενον καὶ ἑταίρων·
- οἱ δὲ θοῶς κεῖνόν τε πόρον καὶ λυγρὸν ἄεθλον
- ἀχνύμενοι λείπουσι καὶ ἐς χέρσον κατάγονται
- λείψανα δυστήνοιο περικλαίοντες ἑταίρου.
- Τόσσʼ ἐδάην, σκηπτοῦχε διοτρεφές, ἔργα θαλάσσης.
- σοὶ δʼ αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο,
- πεμπόμεναι λιαροῖσι καὶ ἰθυπόροισιν ἀήταις,
- αἰεὶ δʼ ἰχθυόεσσα περιπλήθοιτο θάλασσα,
- γαίης δʼ ἀστυφέλικτα Ποσειδάων ἐρύοιτο
- Ἀσφάλιος ῥιζοῦχα θεμείλια νέρθε φυλάσσων.