Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δεξάμενον ῥύσαιτο, κάρη δʼ ἄρα δίζεται οἶον
  2. φράξασθαι, κεφαλὴν δὲ κατακρύψασα καὶ ὄσσε
  3. ἔλπεται οὐχ ὁρόωσα λαθεῖν ὁρόωντος ἐφορμήν.
  4. ὡς δέ τις ὠμηστῆρος ἐπεσσυμένοιο λέοντος
  5. βουβαλὶς ἐν λόχμῃσι κάτω τρέψασα κάρηνον
  6. μαψιδίην φυλακὴν προτιβάλλεται, οὔθʼ ὁράασθαι
  7. ἔλπεται, εἰσόκε δή μιν ἐπαΐξας ὀλοὸς θὴρ
  8. δαρδάψῃ· τῆς δʼ ἦτορ ὁμοίϊον, οὐδὲ κάρηνον
  9. ἀγκλινει, δοκέει δὲ καὶ ὀλλυμένη περ ἀλύξαι.
  10. τοῖα δὲ καὶ Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειρον
  11. νήπια τεχνάζει· μελέη δέ οἱ ἔπλετο τέχνη·
  12. ὣς ἀταλὴ μελέῃσιν ὑπʼ ἐλπωρῇσι σκίαινα
  13. κέκρυπται· τάχα γάρ μιν ἐρυσσάμενος παλάμῃσιν
  14. ἀγρευτὴρ ἀνέδυ τε καὶ ἀφραίνουσαν ἔφηνε.
  15. τόσσα μὲν ἰχθυβόλων ἐδάην ἁλιεργέα τέχνης
  16. δήνεα, καὶ τόσσοισιν ἐπʼ ἰχθύσι πικρὸν ὄλεθρον·
  17. τοὺς δʼ ἄλλους ξύμπαντας ὁμοίϊος αἶσα κιχάνει
  18. κύρτων τʼ ἀγκίστρων τε βαθυπλεκέος τε λίνοιο
  19. ῥιπῆς τε τριόδοντος, ὅσʼ ἀνδράσιν ἔντεα τέχνης.
  20. τοὺς μὲν ὑπηματίους, τοὺς δʼ ἕσπερος εἷλε δαμέντας,