Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. φραξάμενοι πυκινῇσι περίδρομον ἕρκος ἀλωῆς
  2. ἀγρονόμοι, σίντῃσι μέγαν πόνον· οὐδέ κεν ἄν τις
  3. ἐσβαίη· σκῶλοι γὰρ ἐρητύουσι κέλευθα·
  4. ὣς κείνοις οὐκ ἄν τις ἐνιχρίμψειεν ἑτοίμως,
  5. οὐδʼ ἐπὶ χεῖρα βάλοι· περὶ γὰρ φρίσσουσι κελαιναὶ
  6. πρόκροσσαι πυκινῇσιν ὑπὸ σταλίκεσσιν ἄκανθαι.
  7. ἀλλά τις ἰδμοσύνῃσιν ἀνὴρ ὑπὸ κεύθεα πόντου
  8. ἐσσυμένως δύοιτο, περιφράζοιτο δὲ πάντῃ
  9. σαργούς, ἔνθα κάρη τε καὶ οὐραίη κλίσις αὐτῶν·
  10. χεῖρα δʼ ὑπὲρ κεφαλῇσι βαλὼν καθύπερθεν ἀκάνθας
  11. ἦκα καταρρέξειεν ἐπικλίνοι τε πιέζων·
  12. οἱ δʼ αὔτως μίμνουσιν ἀρηρότες ἀλλήλοισιν
  13. ἀστεμφεῖς, προβολῇσι πεποιθότες ὀξείῃσιν·
  14. ἔνθα δύω παλάμῃσιν ἀνὴρ ἑκάτερθεν ἀείρας
  15. αὖτις ἀναπλώει τελέσας πανεπίκλοπον ἔργον.
  16. πετραίην δὲ σκίαιναν ἐπὴν φόβος ἦτορ ἵκηται,
  17. ἐσσυμένως σπιλάδεσσιν ἐπέσσυτο καί τινα κοίλην
  18. χειὴν εἰσεπέρησε περίδρομον ἠὲ χαράδρην,
  19. ἢ ποίαις ἁλίῃσιν ὑπέδραμεν, ἠὲ καὶ ὑγροῖς
  20. φύκεσιν· οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν