Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. θελγόμενοι λιαρῇσιν ὑπὸ ῥιπῇς Ἀφροδίτης·
  2. ὣς κείνων οἰστρηδὸν ἐπόψεαι ὑγρὸν ὅμιλον
  3. εἰλομένων· τάχα δέ σφιν ἀπεχθέες ἦλθον ἔρωτες·
  4. αἶψα γὰρ ἀμφίβληστρον ἀνὴρ εὐεργὲς ἀείρας
  5. κόλπον ἐπιπροέηκε καὶ ἄσπετον ἔσπασε θήρην,
  6. ῥηϊδίως ἁψῖσι περίσχετον ἀμφικαλύψας.
  7. σηπίαι αὖ δυσέρωτες ἐπὶ πλέον ἔδραμον ἄτης·
  8. οὐ γὰρ τοῖς οὐ κύρτον ὀλέθριον οὔτε λίνοιο
  9. ἀμφιβολὰς ἐφέηκαν ἁλίστονοι ἀγρευτῆρες,
  10. ἀλλʼ αὔτως ἐρύουσιν ἀναψάμενοι μίαν οἴην
  11. ἐν ῥοθίοις· αἱ δʼ εὖτʼ ἂν ἀπόπροθεν ἀθρήσωσιν,
  12. αἶψα μάλʼ ἀντιόωσι, περιπλέγδην δʼ ἐνέχονται
  13. ἐμφύμεναι σπείρῃσιν, ἅτε ξείνηθεν ἰδοῦσαι
  14. παρθενικαὶ δηναιὸν ἀδελφεὸν ἢ γενετῆρα
  15. ἤπιον ἐν μεγάροισιν ἀπήμονα νοστήσαντα·
  16. ἠὲ νέον ζεύγλῃσιν ὑπʼ εὐναίης Ἀφροδίτης
  17. κούρη ληϊσθεῖσα γάμων εὐαγρέϊ δεσμῷ
  18. νυμφίον ἀμφέπλεξεν, ἐπʼ αὐχένι πάννυχα δεσμὰ
  19. ἀργεννοῖς ἑκάτερθε βραχίοσι γυρώσασα·
  20. ὣς τότε κερδαλέαι περὶ σηπίαι εἱλίσσονται