Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. θήλειαν θάμνοισι κατακρύπτει λασίοισιν
  2. ὄρνιν, ὁμογλώσσοιο συνέμπορον ἠθάδα θήρης·
  3. ἡ δὲ λίγα κλάζει ξουθὸν μέλος, οἱ δʼ ἀΐοντες
  4. πάντες ἐπισπέρχουσι, καὶ ἐς βρόχον αὐτοὶ ἵενται,
  5. θηλυτέρης ἐνοπῇσι παραπλαγχθέντες ἰωῆς·
  6. τοῖς κεῖνοι κύρτοιο πέσον λαγόνεσσιν ὁμοῖοι.
  7. τοίην δʼ αὖ κεφάλοισιν ἔρως περιβάλλεται ἄτην·
  8. καὶ γὰρ τοὺς θήλεια παρήπαφεν ἐν ῥοθίοισιν
  9. ἑλκομένη· θαλερὴ δὲ πέλοι λιπόωσά τε γυῖα·
  10. ὧδε γὰρ εἰσορόωντες ἀπείρονες ἀμφαγέρονται·
  11. κάλλεϊ δʼ ἐκπάγλως βεβιημένοι οὐκ ἐθέλουσι
  12. λείπεσθαι, πάντῃ δὲ πόθων ἴϋγγες ἄγουσι
  13. θαλπομένους, εἰ καί σφιν ἀνάρσιον ἡγεμονεύοις
  14. χέρσον ὑπεξερύων θῆλυν δόλον· οἱ δʼ ἐφέπονται
  15. ἀθρόοι, οὔτε δόλων μεμνημένοι οὔθʼ ἁλιήων·
  16. ἀλλʼ ὥστʼ ἠΐθεοι περικαλλέος ὄμμα γυναικὸς
  17. φρασσάμενοι πρῶτον μὲν ἀποσταδὸν αὐγάζονται,
  18. εἶδος ἀγαιόμενοι πολυήρατον, ἄγχι δʼ ἔπειτα
  19. ἤλυθον, ἐκ δʼ ἐλάθοντο καὶ οὐκέτι κεῖνα κέλευθα
  20. ἔρχονται τὰ πάροιθεν, ἐφεσπόμενοι δὲ γάνυνται