Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων
  2. Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,
  3. φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς
  4. ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων
  5. αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης
  6. παντοίης ἀνέφηνας, ἐπʼ ἰχθύσι κῆρας ὑφαίνων.
  7. Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην,
  8. παιδὶ τεῷ, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι,