Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. νῦν δʼ ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης
  2. ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,
  3. θεσμόν τʼ εἰνάλιον ξυμβάλλεο, τέρπεο δʼ οἴμῃ
  4. ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα
  5. εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,
  6. ἔργα δέ τοι ξύμπαντα μετʼ ἀνδράσι πορσύνονται,
  7. σοὶ δʼ ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρʼ ἀνέηκαν
  8. δαίμονες ἐν Κιλίκεσσιν ὑφʼ Ἑρμαίοις ἀδύτοισι.