Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀλλὰ μένει γόμφοισιν ἅτε κρατεροῖσιν ἀρηρώς,
  2. ὄφρα θάνῃ, σὺν δʼ αὐτὸν ἀπέφθισε θῆρα πιέζων
  3. πολλάκις, ἀλλήλοις δὲ μόρος καὶ πῆμα γένοντο·
  4. πολλάκι δʼ ἐξήλυξε καὶ ἔκφυγε δεινὸς ἐχῖνος,
  5. ἐκδὺς ἑρπυστῆρος ἀλυκτοπέδης τε κελαινῆς,
  6. εἰσέτι τεθνηῶτος ἔχων περὶ σάρκας ἀκάνθαις.
  7. τοίη καὶ μύραινα κακόφρονι δάμναται ἄτῃ,
  8. καράβῳ ἁρπαλέη τε καὶ εὐάντητος ἐδωδή.
  9. Κάραβον αὖ καὶ τρηχὺν ὁμῶς καὶ κραιπνὸν ἐόντα
  10. δαίνυτʼ ἀφαυρότερός περ ἐὼν καὶ νωθρὸς ἐρωὴν
  11. πούλυπος· ἡνίκα γάρ μιν ὑπὸ σπιλάδεσσι νοήσῃ
  12. αὔτως ἀτρεμέοντα καὶ ἥμενον, αὐτὰρ ὁ λάθρη
  13. νῶτον ἐπαΐξας περιβάλλεται αἰόλα δεσμά,
  14. ἰφθίμων δολιχῇσι ποδῶν σειρῇσι πιέζων,
  15. σὺν δὲ οἱ ἀκραίῃς κοτυληδόσι θερμὸν ἐρείδει
  16. αὐλὸν ἐπισφίγγων στόματος μέσον, οὐδ̔ ἀνίησι
  17. πνοιὴν ἠερίην οὔτʼ ἔνδοθεν οὔθʼ ἑτέρωθεν·
  18. καὶ γὰρ καὶ νεπόδεσσι παλίρροος ἕλκεται ἀήρ·
  19. ἀλλʼ ἔχει ἀμφιπεσών· ὁ δὲ νήχεται, ἄλλοτε μίμνει,
  20. ἄλλοτε δʼ ἀσπαίρει, ποτὲ δὲ προβλῆσιν ὑπʼ ἄκραις