Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀντόμενοι· καὶ τοῖς γὰρ ἀνάρσιος αἶσα μέμηλεν.
  2. ἤτοι ὁ μὲν προϊδὼν ὀλοφώϊον ἑρπυστῆρα,
  3. φραξάμενος πυκινῇσιν ὑπὸ προβλῆσιν ἀκάνθαις
  4. εἱλεῖται σφαιρηδόν, ὑφʼ ἕρκεϊ γυῖα φυλάσσων,
  5. ἔνδοθεν ἑρπύζων· ὁ δέ οἱ σχεδὸν αὐτίκα θύνων
  6. πρῶτα μὲν ἰοτόκοισιν ἐπισπέρχει γενύεσσιν,
  7. ἀλλʼ αὔτως μογέει κενεὸν πόνον· οὐ γὰρ ἱκάνει
  8. χρωτὸς ἔσω μαλεροῖσι καὶ ἱέμενός περ ὀδοῦσι·
  9. τοίη μιν λάχνη δυσπαίπαλος ἀμφιβέβηκεν·
  10. αὐτὰρ ὁ κυκλοτερὴς ὁλοότροχος αἰόλα γυῖα
  11. δινεύων, πυκινῇσι κυλινδόμενος στροφάλιγξιν,
  12. ἐμπίπτει σπείρῃσι καὶ οὐτάζει βελέεσσι
  13. χαίτης ὀξυτόμοισιν· ὁ δʼ ἄλλοθεν εἴβεται ἄλλος
  14. ἰχὼρ αἱματόεις, τὸν δʼ ἕλκεα πόλλʼ ἀνιάζει.
  15. ἔνθα μιν ἀμφιβαλὼν περιηγέϊ πάντοθεν ὁλκῷ
  16. ὑγρὸς ὄφις χαλεποῖσι περιπλέγδην ὑπὸ δεσμοῖς
  17. ἴσχει τʼ ἐμπρίει τε χόλῳ τʼ ἐνερείδεται ἀλκήν.
  18. τοῦ δʼ εἴσω τάχα πᾶσαι ὀλισθαίνουσιν ἄκανθαι
  19. ὀξέα πεφρικυῖαι· ὁ δʼ ἐν σκολόπεσσι πεπηγὼς
  20. οὔτε βίην ἀνίησι καὶ οὐκ ἐθέλων πεπέδηται,