Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὧδε μὲν ἰχθύβοτοί τε νομαὶ καὶ φῦλα θαλάσσης
  2. πλάζονται· τοιῷδε γάμῳ, τοιῇδε γενέθλῃ
  3. τέρπονται· τὰ δέ πού τις ἐπιχθονίοισιν ἅπαντα
  4. ἀθανάτων σήμηνε· τί γὰρ μερόπεσσιν ἀνυστὸν
  5. νόσφι θεῶν; οὐδʼ ὅσσον ὑπὲκ ποδὸς ἴχνος ἀεῖραι,
  6. οὐδʼ ὅσον ἀμπετάσαι βλεφάρων περιφαέα κύκλα·
  7. ἀλλʼ αὐτοὶ κρατέουσι καὶ ἰθύνουσιν ἕκαστα,
  8. τηλόθεν ἐγγὺς ἐόντες· ἀναγκαίη δʼ ἀτίνακτος
  9. πείθεσθαι· τὴν δʼ οὔτι τέλει σθένος οὐδέ τις ἀλκὴ
  10. τρηχείαις γενύεσσιν ὑπερφιάλως ἐρύσαντα
  11. ἐκφυγέειν, ἅτε πῶλον ἀποπτυστῆρα χαλινῶν·
  12. ἀλλʼ αἰεὶ μάκαρες πανυπέρτατοι ἡνία πάντη
  13. κλίνουσʼ, ᾗ κʼ ἐθέλωσιν, ὁ δʼ ἕσπεται ὅστε σαόφρων,
  14. πρὶν χαλεπῇ μάστιγι καὶ οὐκ ἐθέλων ἐλάηται.
  15. κεῖνοι καὶ τέχνας πολυκερδέας ἀνθρώποισιν
  16. δῶκαν ἔχειν καὶ πᾶσαν ἐπιφροσύνην ἐνέηκαν.
  17. ἄλλος δʼ ἀλλοίοισιν ἐπώνυμος ἔπλετο δαίμων
  18. ἔργοις, οἷσιν ἕκαστος ἐπίσκοπον ἤρατο τιμήν.
  19. Δηὼ μὲν ζεύγλης τε βοῶν ἀρότοιό τε γαίης
  20. πυρῶν τʼ εὐκάρποιο φέρει γέρας ἀμητοῖο.