Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης
  2. βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο
  3. σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα
  4. ἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσης
  5. ἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντου
  6. πύθεται, ἐκ δὲ φύονται ἀθέσφατοι, εἴκελοι εὐλαῖς.
  7. οὐ μέν πού τι τέτυκται ἀκιδνότερον γένος ἄλλο
  8. δειλαίης ἀφύης· νεπόδεσσι δὲ πᾶσιν ἔασι
  9. δαῖς ἀγαθή· κεῖναι δὲ δέμας περιλιχμάζουσιν
  10. ἀλλήλων· τό γε δέ σφι βορὴ βίοτός τε τέτυκται·
  11. κεῖναι δʼ εὖτε θάλασσαν ἀολλήδην ἐφέπωσιν,
  12. ἠέ νύ που πέτρην ἀμφίσκιον ἠὲ θαλάσσης
  13. διζόμεναι κευθμῶνας ὑποβρυχίην τʼ ἀλεωρήν,
  14. πᾶσα τότε γλαυκὴ λευκαίνεται Ἀμφιτρίτη.
  15. ὡς δʼ ὁπότʼ εὐρύπεδον σκιάσῃ νιφάδεσσιν ἀλωὴν
  16. ἑσπερίου Ζεφύροιο θοὸν μένος, οὐδέ τι γαίης
  17. κυανέης ἰδέειν ὑποφαίνεται, ἀλλʼ ἄρα πᾶσα
  18. ἀργεννὴ χιόνεσσιν ἐπασσυτέραις κεκάλυπται·
  19. ὣς τότʼ ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι
  20. φαίνεται ἀργινόεσσα Ποσειδάωνος ἀλωή.