Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο.
  2. ἔστι δʼ ὅσʼ οὔτε γάμοισι φυτεύεται οὔτε γονῇσι
  3. τίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα,
  4. ὄστρεα δὴ σύμπαντα, τά γʼ ἰλύϊ τίκτεται αὐτῇ·
  5. κείνων δʼ οὔτε τι θῆλυ πέλει γένος, οὔτʼ ἐπʼ ἀμοιβῆς
  6. ἄρσενες, ἀλλʼ ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται.
  7. ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος
  8. οὔτινος ἐκγεγάασιν ἀφʼ αἵματος οὐδὲ τοκήων·
  9. εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξῃ
  10. λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσα
  11. μισγομένη δίνῃσι παλιμπνοίῃσι θάλασσα
  12. σίζει τʼ ἀφριάᾳ τε καὶ ἵσταται οἰδαίνουσα,
  13. αἱ δʼ ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισιν
  14. ἀθρόαι ἔκ τʼ ἐγένοντο καὶ ἔτραφον ἔκ τʼ ἐφάνησαν
  15. μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθλης
  16. οὔνομʼ ἐπικλήδην ἀφρίτιδες αὐδώωνται.
  17. ἄλλαι δʼ ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται·
  18. εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης
  19. βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο
  20. σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα