Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σπλάγχνοις, ἂψ δʼ ἀνέηκεν, ὅτʼ ἀμπνεύσωσι φόβοιο.
  2. τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν,
  3. ἀλλʼ οὐκ εἰς νηδὺν κείνῃ δύσις, οἷα κύνεσσιν,
  4. ἀλλά οἱ ἐν πλευρῇσι διασφάγες ἀμφοτέρωθεν
  5. εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις,
  6. τῇσιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει.
  7. ἄλλοι δʼ αὖθʼ ἑὰ τέκνα διὰ στόμα ταρβήσαντα
  8. δεξάμενοι ῥύονται ἅτʼ ἐς δόμον ἠὲ καλιήν·
  9. οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκνʼ ἀγαπάζει
  10. πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες·
  11. κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνται
  12. παῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί·
  13. τοὺς δʼ ὅτε κεν τρομέοντας ἴδῃ κρατερώτερον ἰχθύν,
  14. ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα
  15. χάσσηται, τότε δʼ αὖτις ἀνέπτυσε λευκανίηθεν.
  16. θύννης δʼ οὔτινʼ ἔγωγʼ ἀθεμίστερον ἔλπομαι ἰχθὺν
  17. οὐδὲ κακοφροσύνῃ προβεβηκότα ναιέμεν ἅλμην·
  18. ὠὰ γὰρ εὖτε τέκῃσι, φύγῃ δʼ ὠδῖνα βαρεῖαν,
  19. αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχῃσι,
  20. νηλής, ἥ θʼ ἑὰ τέκνα φυγῆς ἔτι νηΐδʼ ἐόντα