Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη.
  2. αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναι
  3. ὃν γάμον· οὐ γὰρ τῇσιν ἐφίμερος οἷα καὶ ἄλλοις
  4. τερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι·
  5. σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην,
  6. ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῇ.
  7. τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τʼ ὀδοῦσιν
  8. ἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν,
  9. αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δʼ ἀεκουσῶν
  10. εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῇ
  11. νικήσας ζεύξῃ μιν ἀναγκαίῃ φιλότητι,
  12. ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δʼ εὐνῆς
  13. ἔργα κυσὶ χθονίοισι καὶ εἰναλίῃσι χελώναις·
  14. εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι
  15. ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ.
  16. πουλύποδος δʼ ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος
  17. συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·
  18. οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδʼ ἀπολήγει,
  19. πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος ἀδρανέοντα,
  20. αὐτὸς δʼ ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται·