Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.
  2. πολλοὶ δʼ ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς
  3. μάρνανται, μνηστῆρσιν ἐοικότες, οἵ περὶ νύμφην
  4. πολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται
  5. ὄλβῳ τʼ ἀγλαΐῃ τε· τὰ δʼ ἰχθύσιν οὐ παρέασιν,
  6. ἀλλʼ ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,
  7. τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·
  8. τοῖσι δʼ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.
  9. καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι
  10. τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων·
  11. τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,
  12. κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται.
  13. ἀλλʼ οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναις
  14. οὔτʼ οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῇ
  15. μυραίνῃ, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν·
  16. αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήλῃσι χυθεῖσαι
  17. ἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶ
  18. πλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῷ
  19. ἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς
  20. δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς.