Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
  2. κἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.
  3. ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
  4. ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
  5. χαλκοῦν τὸ λοιπόν· ἀργύρῳ γὰρ χρώμεθα.
Ἀνὴρ Β
  1. τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
  2. τάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλει
  3. τῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης;
  4. κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·
  5. ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετο
  6. ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν,
  7. πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
Ἀνὴρ Α
  1. οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
  2. νῦν δʼ αἱ γυναῖκες.
Ἀνὴρ Β
  1. ἃς ἐγὼ φυλάξομαι
  2. νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
Ἀνὴρ Α
  1. οὐκ οἶδʼ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.
Κηρύκαινα
  1. ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτʼ ἔχει,
  2. χωρεῖτʼ ἐπείγεσθʼ εὐθὺ τῆς στρατηγίδος,
  3. ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις