Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐφʼ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.
Διόνυσος
  1. ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.
Εὐριπίδης
  1. τῷ τρόπῳ;
Διόνυσος
  1. δύʼ ἅρματʼ εἰσέθηκε καὶ νεκρὼ δύο,
  2. οὓς οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι.
Αἰσχύλος
  1. καὶ μηκέτʼ ἔμοιγε κατʼ ἔπος, ἀλλʼ ἐς τὸν σταθμὸν
  2. αὐτὸς τὰ παιδίʼ ἡ γυνὴ Κηφισοφῶν
  3. ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία·
  4. ἐγὼ δὲ δύʼ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.
Διόνυσος
  1. ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.
  2. οὐ γὰρ διʼ ἔχθρας οὐδετέρῳ γενήσομαι.
  3. τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δʼ ἥδομαι.
Πλούτων
  1. οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
Διόνυσος
  1. ἐὰν δὲ κρίνω;
Πλούτων
  1. τὸν ἕτερον λαβὼν ἄπει,
  2. ὁπότερον ἂν κρίνῃς, ἵνʼ ἔλθῃς μὴ μάτην.
Διόνυσος
  1. εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.
  2. ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;