Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον.
- ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω.
- λάβεσθε τοίνυν αὖθις.
- ἢν ἰδού.
- λέγε.
- οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.
- μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.
- μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει·
- θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.
- ἐγὼ δὲ πειθώ γʼ ἔπος ἄριστʼ εἰρημένον.
- πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
- ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
- ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.
- φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;
- φράσω·
- βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.
- λέγοιτʼ ἄν, ὡς αὕτη ʼστὶ λοιπὴ σφῷν στάσις.
- σιδηροβριθές τʼ ἔλαβε δεξιᾷ ξύλον.