De Vita Contemplativa

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

παρελθὼν δὲ ὁ πρεσβύτατος καὶ τῶν δογμάτων ἐμπειρότατος διαλέγεται, καθεστῶτι μὲν τῷ βλέμματι, καθεστώσῃ δὲ τῇ φωνῇ, μετὰ λογισμοῦ καὶ φρονήσεως, οὐ δεινότητα λόγων ὥσπερ οἱ ῥήτορες ἢ οἱ νῦν σοφισταὶ παρεπιδεικνύμενος, ἀλλὰ τὴν ἐν τοῖς νοήμασι διηρευνηκὼς καὶ διερμηνεύων ἀκρίβειαν, ἥτις οὐκ ἄκροις ὠσὶν ἐφιζάνει, ἀλλὰ δι’ ἀκοῆς ἐπὶ ψυχὴν ἔρχεται καὶ βεβαίως ἐπιμένει. καθ’ ἡσυχίαν δὲ οἱ ἄλλοι πάντες ἀκροῶνται, τὸν ἔπαινον νεύμασιν ὄψεως ἢ κεφαλῆς παραδηλοῦντες αὐτὸ μόνον.

τὸ δὲ κοινὸν τοῦτο σεμνεῖον, εἰς ὃ ταῖς ἑβδόμαις συνέρχονται, διπλοῦς ἐστι περίβολος, ὁ μὲν εἰς ἀνδρῶνα, ὁ δὲ εἰς γυναικωνῖτιν ἀποκριθείς· καὶ γὰρ καὶ γυναῖκες ἐξ ἔθους συνακροῶνται τὸν αὐτὸν ζῆλον καὶ τὴν αὐτὴν προαίρεσιν ἔχουσαι.

ὁ δὲ μεταξὺ τῶν οἴκων τοῖχος τὸ μὲν ἐξ ἐδάφους ἐπὶ τρεῖς ἢ τέσσαρας πήχεις εἰς τὸ ἄνω συνῳκοδόμηται θωρακίου τρόπον, τὸ δὲ ἄχρι τέγους ἀνάγειον ἀχανὲς ἀνεῖται, δυοῖν ἕνεκα, τοῦ τε τὴν πρέπουσαν αἰδῶ τῇ γυναικείᾳ φύσει διατηρεῖσθαι καὶ τοῦ τὴν ἀντίληψιν ἔχειν εὐμαρῆ καθεζομένας ἐν ἐπηκόῳ,

μηδενὸς τὴν τοῦ διαλεγομένου φωνὴν ἐμποδίζοντος. ἐγκράτειαν δὲ [*](1 εἰς τὸν θεὸν codd. Eus (Turn. Mang.): τὸν om. Richt. Tauchn. (errat Conyb.) παντοίων] τοιούτων F 1. 2 ἃ ῥυθμοῖς codd.: ἀριθμοῖς vel ῥυθμοῖς (om. ἃ) Eus codd. 2 ἀναγκαίως] εὐαγῶς coni. Mang. χαράττουσιν C, χαράσσοντες Eus 3 χωρὶς om. Arm 4 αὔλιον C1A οὐδ’ FA 5 δ’ Α οε ταῖς ἑβδόμαις F (δὲ ss. F2) 6 ἑξῆς om. Arm 7 δ’ Α 8 τῇ] τῶ Α παρελθὼν] προελθὼν HP 6 πρεσβύτερος A, πρεσβύτερός τις Arm, unus senior Lat 9 τῶν om. Α μὲν] γε μὴν F 10 δεινότητι A, δεινότητος F 11 post ῥήτορες add. ἐνδεικνύμενος M παρεπιδεικνύμενος om. M τὴν ex τὸν corr. Η 12 νοήμασι] μνήμασι P διηρευνηκὼς] διηρμηνευκὼς in textu Η, corr. mg Η 14 6 FG 15 παραδηλοῦντες] παραδεικνῦντες F αὐτῶ Α, αὐτῶ ex αὐτό corr. Η 19 οἴκων C (cellularum Lat): οἰκιῶν ceteri (v) τέπαρας FA εἰς τὰ ἄνω F 20 συνῳκοδόμητο Α, εὑ ᾠκοδόμηται Arm θωρακίου CA: θωρακείου ceteri (ν) τὸ ἄχρι δὲ στέγους Α ἀνάγειον] ἀνώγεον Α (Mang.) ἀχανὲς] τάχ’ ἂν Α 21 ἀνεῖται codd.: ἀνίεται Mang. δυεῖν G 23 μηδενὸς CFG Arm: ὡς μηδενὸς ceteri (v))

v.6.p.55
ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῆς ψυχῆς τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς. σιτίον ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς κρίνουσιν εἶναι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέραν, ταῖς δὲ νυκτὸς βραχύ τι μέρος ἔνειμαν.

ἔνιοι δὲ καὶ διὰ τριῶν ἡμερῶν ὑπομιμνῄσκονται τροφῆς, οἷς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται· τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν καὶ μόλις δι’ ἓξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας, ἐθισθέντες ὥσπερ φασὶ τὸ τῶν τεττίγων γένος ἀέρι τρέφεσθαι, τῆς ᾠδῆς, ὥς γε οἶμαι, τὴν ἔνδειαν ἐξευμαριζούσης.

τὴν δὲ ἑβδόμην πανίερόν τινα καὶ πανέορτον εἶναι νομίζοντες ἐξαιρέτου γέρως ἠξιώκασιν, ἐν ᾗ μετὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ τὸ σῶμα λιπαίνουσιν, ὥσπερ ἀμέλει καὶ τὰ θρέμματα, τῶν συνεχῶν πόνων ἀνιέντες.

σιτοῦνται δὲ πολυτελὲς οὐδέν, ἀλλὰ ἄρτον εὐτελῆ, καὶ ὄψον ἅλες, οὓς οἱ ἁβροδίαιτοι παραρτύουσιν ὑσσώπῳ, ποτὸν δὲ ὕδωρ ναματιαῖον αὐτοῖς ἐστιν· ἃς γὰρ ἡ φύσις ἐπέστησε τῷ θνητῷ γένει δεσποίνας, πεῖνάν [*](1 προκαταβαλλόμενοι codd. Eus: προκαταβαλόμενοι v τῆς ψυχῆς C (cordis Lat): τῆ ψυχὴ ceteri Eus Arm (v) 2 σιτίον Eusebii codd. plerique et Lat: σιτίον δὲ codd. Arm (v) οὐδεὶς] οὐδενὸς Α προενέγκαιτο HP 3 ἐπεὶ Eus: ἐπειδὴ codd. (v) φωτὸς ἄξιον Eusebii codd. nonnulli 4 τοῦ σώματος Eus Arm Lat: σωματικάς codd. (v) τῶ F (τὸ ss. F2) ἡμέραν] ἡμέρας A (v) νυκτὸς om. Α 4. 5 νυκτὸς βραχύ τι μέρος] βραχύ τι μέρος τῆς νυκτὸς HP (v) 5 ἔνειμαν] ἀπένειμαν Eusebii cod. Α et Exc. Eus. codd. nonnulli 6 ὁ ante πόθος om. Α ἐνευφραίνονται codd.: ἀνευφραίνονται v 7 ἑστιώμενοι] εὐφραινόμενοι M 8 καὶ ante πρὸς om. F μόγις Eus 10 γένος] γένους Turn. Mang. Richt. γε om. C 11 πανέορτον] πανέρωτον Α εἶναι νομίζοντες C Arm: νομίζοντες εἶναι ceteri (v) 12 τῆς ante ψυχῆς om. CGHP (Turn. ἑ Conyb.) 14 ἀλλ’ FA 15 ἅλας MF, ἄλας Α ἁβροδίαιτοι] ἁβροδιαίτατοι Η (v) ποτὸν δὲ CM Arm, ποτὸν δ’ ceteri: δὲ om. v 16 ἐπέστησε] ὑπέστησε HP (v) θνητῷ] γενητῷ P) [*](54, 23—55,9 pergit Euseb. l. l. (14) πολλά μέν οὑν καὶ ἄλλα, περὶ ὧν λόγος, ἐν ταὐτῷ διέξεισιν, ἐκεῖνα δ’ ἀναγκαῖον ἐφάνη δεῖν ἀναλέξασθαι, δι’ ὧν τὰ χαρακτηριστικὰ τῆς ἐκκλησιαστικῆς ἀγωγῆς ὑποτίθεται. (15) εἰ δέ τῳ μὴ δοκεῖ τὰ εἰρημένα ἴδια εἶναι τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας, δύνασθαι δέ καὶ ἄλλοις παρὰ τοὺς δεδηλωμένους ἀρμόττειν, πειθέσθω κὰν ἀπὸ τῶν ἑξῆς αὐτοῦ φωνῶν, ἐν αἷς ἀναμφήριστον, εἰ εὐγνωμονοίη, κομίσεται τὴν περὶ τοῦδε μαρτυρίαν. γράφει γὰρ ὧδε· ἐγκράτειαν δ’ ὥσπερ τινὰ θεμέλιον — ἀπογεύεσθαι τροφῆς ἀναγκαίας ἐθισθέντες. Exc. Euseb. l. l. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: ἐγκράτειαν δὲ ὥσπερ τινά θεμέλιον — ἀπογεύεσθαι τροφῆς ἀναγκαίας ἐθισθέντες. 9. 10 cf. quod omnis prob. lib. sit § 8. 14 sqq. cf. Wendland, Philo u. die kynisch-stoische Diatribe p. 8 sqq.)

v.6.p.56
τε καὶ δίψαν, ἀπομειλίσσονται, τῶν εἰς κολακείαν ἐπιφέροντες οὐδέν, ἀλλ’ αὐτὰ τὰ χρήσιμα, ὧν ἄνευ ζῆν οὐκ ἔστι. διὰ τοῦτο ἐσθίουσι μέν, ὥστε μὴ πεινῆν, πίνουσι δέ, ὥστε μὴ διψῆν, πλησμονὴν ὡς ἐχθρόν τε καὶ ἐπίβουλον ψυχῆς τε καὶ σώματος ἐκτρεπόμενοι.

ἐπεὶ δὲ καὶ σκέπης διττὸν εἶδος, τὸ μὲν ἐσθής, τὸ δὲ οἰκία, περὶ μὲν οἰκίας εἴρηται πρότερον, ὅτι ἐστὶν ἀκαλλώπιστος καὶ αὐτοσχέδιος, πρὸς τὸ χρειῶδες αὐτὸ μόνον εἰργασμένη· καὶ ἐσθὴς δὲ ὁμοίως εὐτελεστάτη, πρὸς ἀλέξημα κρυμοῦ τε καὶ θάλπους, χλαῖνα μὲν ἀπὸ λασίου δορᾶς παχεῖα χειμῶνος, ἐξωμὶς δὲ θέρους ἢ ὀθόνη.

συνόλως γὰρ ἀσκοῦσιν ἀτυφίαν, εἰδότες τῦφον μὲν τοῦ ψεύδους ἀρχήν, ἀτυφίαν δὲ ἀληθείας, ἑκάτερον δὲ πηγῆς λόγον ἔχον· ῥέουσι γὰρ ἀπὸ μὲν τοῦ ψεύδους αἱ πολύτροποι τῶν κακῶν ἰδέαι, ἀπὸ δὲ τῆς ἀληθείας αἱ περιουσίαι τῶν ἀγαθῶν ἀνθρωπίνων τε καὶ θείων.

Βούλομαι δὲ καὶ τὰς κοινὰς συνόδους αὐτῶν καὶ ἱλαρωτέρας ἐν συμποσίοις διαγωγὰς εἰπεῖν, ἀντιτάξας τὰ τῶν ἄλλων συμπόσια. οἱ μὲν γὰρ ὅταν ἄκρατον ἐμφορήσωνται, καθάπερ οὐκ οἶνον πιόντες ἀλλὰ παρακινηματικόν τι καὶ μανιῶδες καὶ εἴ τι χαλεπώτερον ἐπ’ ἐκστάσει [*](1 φέροντες Α ἀλλὰ C 3 διψᾶν Α 4 ψυχῆς τε καὶ σώματος ἐκτρεπόμενοι] ἐκτρεπόμενοι ψυχῆς καὶ σώματος HP (v) ἐπεὶ δὲ ΑΗ2: ἐπειδὴ CMH1P Arm (Conyb.), ἐπειδὴ δὲ FG καὶ om. G 5 διττὸν τὸ εἶδος G εἶδος] γένος Α περὶ μὲν οὖν C Arm (Conyb.) οἰκίας] τῆς οἰκίας F 8 ἀπὸ ΑΡ2 (de pelle Lat): ἀντὶ ceteri (Turn. Conyb.) παχεῖα om. G Arm ἐξωμὶς] ἐξ ὠμῆς Α 9 ἢ ὀθόνη] ἡ ὀθόνη Arm (Conyb.) ἀσκοῦσιν] ἐξασκοῦσιν C (Conyb.), καὶ ἀσκοῦσιν F 9. 10 τῦφον μὲν τοῦ ψεύδους ἀρχήν, ἀτυφίαν δὲ ἀληθείας Lat: τύφου μὲν τὸ ψεῦδος ἀρχήν, ἐτυφίας δὲ ἀλήθειαν codd. (v) 10 ἀρχήν om. in lac. M δ’ Α 11 ψεύδους] τύφου M 12 τῶν ἀνθρωπίνων M Arm 14 ἐν συμποσίοις διαγωγὰς om. in lac. M 15 ὅταν ἄκρατον ἐμφορήσωνται om. in lac. M πιόντες Arm (quasi non vino epotato Lat): πίνοντες codd. (v) 16 παρακινηματικόν MFGAP2, περικινηματικόν C: παρακινητικόν H (v) prius τι HP: τε A, τι om. CMFG καί τι μανιῶδες F, καὶ εἴ τι μανιῶδες M ὲν ἐκστα εἴ τι] ἔτι M (εἰ ἔτι τι Couyb.) ἐπεκτάσει Α) [*](2 sqq. cf. Senec. Epist. 8, 5 durius tractandum est (corpus), ne animo male pareat; cibus famem sedet, potio sitim extinguat, vestis arceat frigus, domus munimentum sit adversus infesta corporis. Clem. Alex. Paed. II 2, 29 p. 184 P. ὡς γὰρ τροφαῖς ἐπὶ τῴ μὴ πεινῆν, οὕτως καὶ ποτῷ ἐπὶ τῷ μὴ διψῆν χρηστέον. 7 sqq. cf. Wendland I. l. p. 15 sqq. Clem. Alex. Paed. II 10, 106 p. 233 P. φημὶ τοίνυν οὐκ ἄλλου τινὸς ἕνεκα δεηθῆναι ὑφασμάτων τὸν ἄνθρωπον ἢ σκέπης σώματος πρὸς ἀλέξησιν κρυμῶν τε ὑπερβολῆς καὶ καυμάτων ἐπιτάσεως, μή τι ἡμᾶς παραλυποίη τοῦ περιέχοντος ἡ ἀμετρία 15 sqq. cf. Wendlaud l. l. p. 21 sqq.)

v.6.p.57
λογισμοῦ φυσικόν, ἀράσσουσι καὶ λυττῶσι τρόπον κυνῶν ἀτιθάσων καὶ ἐπανιστάμενοι δάκνουσιν ἀλλήλους καὶ ἀποτρώγουσι ῥῖνας, ὦτα, δακτύλους, ἕτερα ἄττα μέρη τοῦ σώματος, ὡς τὸν ἐπὶ Κύκλωπος καὶ τῶν Ὀδυσσέως ἑταίρων μῦθον ἀποδεδειχέναι τούτους ἀληθῆ, „ψωμούς“, ᾗ φησιν ὁ ποιητής, ἐπεσθίοντας ἀνθρώπων, καὶ ὠμότερον ἢ ἐκεῖνος.