De Vita Contemplativa
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
Πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος — ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον —, πλεονάζει δὲ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νόμων καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν.
οἱ δὲ πανταχόθεν ἄριστοι καθάπερ εἰς [*](1 οὐσιῶν corr. ex οἰκιῶν Α ἔτι] ὡς A 2 τέκνα om. Lat, γυναῖκας τέκνα transp. Arm γονεῖς γυναῖκας transp. A 3 ἑταιρίας CF 3. 4 ἐγεννήθησαν κτι καὶ om. HP1 4 ὁλκόν] ἕλκον MP, ἑλ(??) κὸν F κτι ss. man. rec.), ἕλκειν A δελεάσασθαι F 5 δὲ om. A verba οὐκ εἰς ἑτέραν πόλιν om. in lac. M ὡς F οἱ om. F 6 ἀτυχαῖς F κακόδουλοι] κακότητα M ὑπαλλαγάς Α 7 αὐτοῖς MFH1P προσεκπορίζοντες F καὶ ἡ] κἄν ᾖ coni. Mang. 8 post θορύβων add. καὶ κηρῶν G (Mang. Conyb.), om. ceteri Lat. ὑπομεῖναι Α, ὑπομείνοι C ὑπὸ σοφίας ἅπαξ transp. F 9 ἀχθείς om. Arm 9. 10 μοναγρίαις scripsi: μοναγρίοις codd. (v) ; cf. de Abrah. § 23. Alciphr. 22 10 ἠρεμίαν Arm 10. 11 οὐ—μισανθρωπίαν] οὐ τὴν μόνωσιν ἐπιτετηδεύκασι διά μισανθρωπίαν Arm; οὐ δή τινα ὠμὴν ἐπιτετηδευκότες μισανθρωπίαν coni. Wendl. 11 τὰς] διὰ τὰς CM (v) ἐκ secludendum censuit Mang. 13 τὸ γένος] τοῦτο τὸ εἰ γένος Mang. ἔδει] ἐπειδὴ F εῖ ss. F2) 14 καὶ τὴν (ante Ἑλλάδα) om. Turn. 15 δ’ Α Eus ἑκάστην F νόμων] νομῶν C2H2 (v), μονῶν Exc. Euseb.) [*](9—12 pergit Euseb. l. l. ἔπειτα πάσαις ἀποταξαμένους ταῖς τοῦ βίου φροντίσιν, ἔξω τειχῶν προελθόντας, ἐν μοναγρίοις καὶ κήποις τὰς διατριβὰς ποιεῖσθαι, τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εὖ εἰδότας. —52,3 Euseb. Hist. eccl. II 17, 7 τὰ παραπλήσια δὲ τούτοις μαρτυρήσας τοῖς δηλουμένοις ὁ Φίλων συλλαβαῖς αὐταῖς ἐπιφέρει λέγων· Πολλαχοῦ μὲν οὑν — καὶ ἀέρος εὐκρασίας. Exc. ex Eusebio in codd. Dionys. Areop. Φίλωνος περὶ τῶν ἐκ περιτομῆς πιστευσάντων ἐν Αἰγύπτῳ Χριστιανῶν ἄμα καὶ μοναχῶν ἐκ τοῦ ἐπιγεγραμμένου αὐτῷ λόγου περὶ βίου θεωρητικοῦ ἡ περὶ ἱκετῶν: Πολλαχοῦ μέν — καὶ ἀέρος εὐκρασίας.)
τὴν μὲν οὖν ἀσφάλειαν αἱ ἐν κύκλῳ παρέχουσιν ἐπαύλεις τε καὶ κῶμαι, τὴν δὲ περὶ τὸν ἀέρα εὐκρασίαν αἱ ἔκ τε τῆς λίμνης ἀνεστομωμένης εἰς τὴν θάλατταν καὶ τοῦ πελάγους ἐγγὺς ὄντος ἀναδιδόμεναι συνεχεῖς αὖραι, λεπταὶ μὲν αἱ ἐκ τοῦ πελάγους, παχεῖαι δὲ αἱ ἀπὸ τῆς λίμνης, ὧν ἡ μῖξις ὑγιεινοτάτην κατάστασιν ἀπεργάζεται.
αἱ δὲ οἰκίαι τῶν συνεληλυθότων σφόδρα μὲν εὐτελεῖς εἰσι, πρὸς δύο τὰ ἀναγκαιότατα σκέπην παρέχουσαι, πρός τε τὸν ἀφ’ ἡλίου φλογμὸν καὶ τὸν ἀπ’ ἀέρος κρυμόν· οὔτε δὲ ἐγγύς, ὥσπερ αἱ ἐν τοῖς ἄστεσιν, — ὀχληρὸν γὰρ καὶ δυσάρεστον τοῖς ἐρημίαν ἐζηλωκόσι καὶ μεταδιώκουσιν αἱ γειτνιάσεις — οὔτε πόρρω, δι’ ἣν ἀσπάζονται κοινωνίαν καὶ ἵνα, εἰ λῃστῶν γένοιτο ἔφοδος, ἀλλήλοις ἐπιβοηθῶσιν.
ἐν ἑκάστῃ δέ ἐστιν οἴκημα ἱερόν, ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδὲν εἰσκομίζοντες, μὴ ποτόν, μὴ σιτίον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τὰ ἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται.
ἀεὶ μὲν οὖν ἄληστον ἔχουσι τὴν τοῦ θεοῦ [*](1 θεραπευτῶν seclusit Ed. Schwartz (om. Lat) στέλλονται ἀποικίαν transp. M 2 ὑπὲρ] ἐπὶ M Μαρείας] μαρέας C1 Arm (Conyb.), μάριας C2FH2Lat (v) χθαμαλώτερον Α 3 εὐκαίρως Eus Arm (Conyb.): εὐκαίρου codd. (v) τε om. Mang. ἀέρων M 4 περιέχουσιν F 5 αἰ C Arm (Conyb.): om. ceteri (v) τε om. C 6 καὶ αἱ τοῦ πελάγους Arm 7 τοῦ om. C αἱ post δὲ om. MF post λίμνης verba ἀνεστομωμένης εἰς τὴν θάλατταν iterum exhibent HP (v), om. ceteri Arm Lat 8 δ’ Α 9. 10 πρὸς δύο—παρέχουσαι om. Lat 10 ἀπ’ ἀέρος CM: ἀπὸ ἀέρος ceteri (v) 11 δὲ] γὰρ A Arm (Conyb.) αἱ om. F Arm (Conyb.) 12 ἠρεμίαν Arm ἐζηλωκόσι καὶ om. CM Arm (Conyb.) 13 γίνοιτο A, sed ι corr. ex ε 14 ἐν ἑκάστη δέ CG Arm: ἑκάστω δέ (om. ὲν) ceteri, ἐν ἑκάστη δέ οἰκίᾳ Eus et Exc. Euseb. (Mang.) οἴκημα om. Mang. καὶ] sive Lat; nescio an ἢ pro καὶ scribendum sit 16 σῖτον Α (Mang.) μηδέ τι C2 Eus: μηδέν τι ceteri 17 ἀναγκαῖον M 18 τἄλλα F, τἄλλα Α 18. 19 συναύξεται καὶ τελειοῦται Exc. Euseb. 19 τελοῦνται Α οὑν om. Α) [*](8 sqq. cf. Muson. p. 107, 16 (Hense) ἐπεί δὲ σκέπης ἕνεκα καὶ τὰς οἰκίας ποιούμεθα, φημὶ καὶ ταύτας δεῖν ποιεῖσθαι πρὸς τὸ τῆς χρείας ἀναγκαῖον, ὡς ἀπερύκειν μὲν κρύους, ἀπερύκειν δὲ θάλπους τὸ σφοδρόν, εἶναι δ’ ἡλίου καὶ ἀνέμων ἐπικούρημα τοῖς δεομένοις.) [*](14—19 pergit Euseb. l. I. (9) εἶθ’ ἑξῆς τὰς οἰκήσεις αὐτῶν ὁποῖαί τινες ἦσαν περὶ τῶν κατὰ χώραν ἐκκλησιῶν ταῦτά φησιν· ἐν ἑκάστῃ δὲ οἰκίᾳ ἐστὶν — συναύξονται καὶ τελειοῦνται. Exc. Euseb. I. l. τοῦ αὑτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: ἐν ἑκάστη δέ οἰκία ἐστὶν — συναύξεται καὶ τελειοῦται.)
δὶς δὲ καθ’ ἑκάστην ἡμέραν εἰώθασιν εὔχεσθαι, περὶ τὴν ἕω καὶ περὶ τὴν ἑσπέραν, ἡλίου μὲν ἀνίσχοντος εὐημερίαν αἰτούμενοι τὴν ὄντως εὐημερίαν, φωτὸς οὐρανίου τὴν διάνοιαν αὐτῶν ἀναπλησθῆναι, δυομένου δὲ ὑπὲρ τοῦ τὴν ψυχὴν τοῦ τῶν αἰσθήσεων καὶ αἰσθητῶν ὄχλου παντελῶς ἐπικουφισθεῖσαν, ἐν τῷ ἑαυτῆς συνεδρίῳ καὶ βουλευτηρίῳ γενομένην, ἀλήθειαν ἰχνηλατεῖν.
τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις· ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι φιλοσοφοῦσι τὴν πάτριον φιλοσοφίαν ἀλληγοροῦντες, ἐπειδὴ σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκεκρυμμένης φύσεως ἐν ὑπονοίαις δηλουμένης.
ἔστι δὲ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, οἳ τῆς αἱρέσεως ἀρχηγέται γενόμενοι πολλὰ μνημεῖα τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον· ὥστε οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν [*](1 ἔτερα F 2 ἀρετῶν καὶ om. ΗΡ1, ἀρετῶν ss. Ρ2 γοῦν AP: om. H, οὑν ceteri (v) 3 δόγματα] δράγματα F 4 περὶ τὴν ἕω] πρὸς τὴν ἕω F 5 ὄντος G 6 ὑπέρ om. F 7 prius τοῦ] τούτου F2 αἰσθητῶν] αἰσθητοῦ F ὄχλου FGA Arm (Conyb.): ὄγκου ceteri (v), γρ. ὄγκου mg G 8 κουφισθεῖσαν Α γινομένην Α 9 ἀληθείας Α δ’ Α, δὲ om. F μέχρις ἐσπέρας HP Eus, μέχρι ἑσπέρας C: μέχρι μέχρις F) τῆς ἑσπέρας MFGA (Mang.) 10 αὐτοῖς ἐστιν Eus: ἐστὶν αὐτοῖς codd. (v) τοῖς ἱερωτάτοις HP (Turn.) 11 τὴν πάτριον φιλοσοφοῦσι σοφίαν Eus codd. nonnulli φιλοσοφίαν] νομοθεσίαν Arm (Conyb.) 12 νομίζουσιν ἀποκεκρυμμένης om. in lac. M φύσεως ἀποκεκρυμμένης transp. HP (v) 13 ἔστιν C δ’ Α Eus συγγράμματα παλαιῶν om. in lac. M συγγράμμασι F τῶν ἀνδρῶν M 13. 14 τῆς αἱρέσεως αὐτῶν Eus 14 ἐν τοῖς ἀλληγορουμένοις codd. Eus Arm: ἀλληγορουμένης Mang; (sic Venetus 41 Oxon. Coll. Novi) 15. 16 τῆς προαιρέσεως αὐτῶν Arm 16 τρόπον] τύπον coni. Mang. ὥστ’ Α Eus (v)) [*](9—16 pergit Euseb. l. l. καὶ μεθ’ ἕτερά φησιν· (10) τὸ δ’ ἐξ ἑωθινοῦ — τῆς τὸν τρόπον. Exc. Euseb. l. l. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: τὸ δὲ ἐξ ἑωθινοῦ — τῆς προαιρέσεως τὸν τρόπον. 16—54,2 pergit Euseb. l. l. (12) ταῦτα μὲν ἔοικεν εἰρῆσθαι τῴ ἀνδρὶ τὰς ἱερὰς ἐξηγουμένων αὐτῶν ἐπακροασαμένῳ γραφάς, τάχα δ εἰκός, ἅ φησιν ἀρχαίων παρ’ αὐτοῖς εἶναι συγγράμματα, εὐαγγέλια καὶ τἀς τῶν ἀποστόλων γραφὰς διηγήσεις τέ τινας κατά τὸ εἰκὸς τῶν πάλαι προφητῶν ἑρμηνευτικάς, ὁποίας ἥ τε πρός ‘Eβραίους καὶ ἄλλαι πλείους τοῦ Παύλου περιέχουσιν ἐπιστολαί, ταῦτ’ εἶναι· (13) εἶτα πάλιν ἑξῆς περὶ τοῦ νέους αὐτοὺς ποιεῖσθαι ψαλμοὺς οὕτως γράφει· ὥστ’ οὐ θεωροῦσι μόνον — ἀναγκαίως χαράσσοντες. Exc. Euseb. l. I. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: ὥστε οὐ θεωροῦσι μόνον — ἀναγκαίως χαράσσοντες.)
τὰς μὲν οὖν ἓξ ἡμέρας χωρὶς ἕκαστοι μονούμενοι παρ’ ἑαυτοῖς ἐν τοῖς λεχθεῖσι μοναστηρίοις φιλοσοφοῦσι, τὴν αὔλειον οὐχ ὑπερβαίνοντες, ἀλλ’ οὐδὲ ἐξ ἀπόπτου θεωροῦντες· ταῖς δὲ ἑβδόμαις συνέρχονται καθάπερ εἰς κοινὸν σύλλογον καὶ καθ’ ἡλικίαν ἑξῆς καθέζονται μετὰ τοῦ πρέποντος σχήματος, εἴσω τὰς χεῖρας ἔχοντες, τὴν μὲν δεξιὰν μεταξὺ στέρνου καὶ γενείου, τὴν δὲ εὐώνυμον ὑπεσταλμένην παρὰ τῇ λαγόνι.