De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

[*](II p. 270 M.)

Ἐν μὲν τῇ πρὸ ταύτης συντάξει δύο κεφάλαια ἠκρίβωται τῶν δέκα, τό τε περὶ τοῦ μὴ νομίζειν θεοὺς αὐτοκρατεῖς ἑτέρους καὶ τὸ περὶ τοῦ μηδὲν θεοπλαστεῖν χειρόκμητον· εἴρηται δὲ καὶ τὰ ἑκατέρῳ τῶν κατὰ μέρος διατεταγμένων ἁρμόττοντα νόμιμα. νυνὶ δὲ περὶ τριῶν τῶν κατὰ στοῖχον ἑξῆς διαλεξώμεθα πάλιν ἐφαρμόττοντες τὰ προσήκοντα τῶν ἐν εἴδει.

πρῶτον δ’ ἐστὶ τῶν τριῶν τὸ μὴ θεοῦ ὄνομα λαμβάνειν ἐπὶ ματαίῳ. ὁ γὰρ τοῦ σπουδαίου, φησί, λόγος ὅρκος ἔστω, βέβαιος, ἀκλινής, ἀψευδέστατος, ἐρηρεισμένος ἀληθείᾳ. κἂν εἰ ὀμνύναι μέντοι βιάζοιντο αἱ χρεῖαι, πατρὸς ἢ μητρὸς ζώντων μὲν ὑγείαν καὶ εὐετηρίαν, [*](1 — 4 tit. περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς τρία γένη τῶν δέκα λόγων (λογίων scripsi), τὸ γ΄, τὸ δ΄, τὸ ἑ· τὸ περὶ εὐορκίας καὶ σεβασμοῦ τῆς ἱερᾶς ἑβδόμης καὶ γονέων τιμῆς F, Φίλωνος περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς γ΄ γένη τῶν ι΄ λόγων, τὸ περὶ εὐορκίας καὶ σεβασμοῦ τῆς ἱεράς ἑβδομάδος καὶ γονέων τιμῆς M, in R tit. exstinctus, ε ῶ ω man. rec. in marg. scr. π τ ἐν εἴδει νομ τὸ ε (sic) 5 μὲν om. R συντάξει M: βίβλῳ RFN ἠκρίβωνται RM 6 δέκα λογίων coni. Mang. τε om. R περὶ τοῦ RF: παρὰ τοῦ N, περὶ τοῦ om. M 7 τὸ om. FN (Turn.) περὶ] παρὰ N χειρότμητον M (Tisch.) 8 περὶ] παρὰ N τριῶν (R?)M: τῶν τριῶν FN (v) 9 κατὰ στοῖχον (R?)M: κατὰ τὸ στοιχεῖον FN διαλεξώμεθα M: διαλεξόμεθα RFN 10 tit. περὶ εὐορκίας add. mg M δ’ om. M 11 ὅρκος RFN: εὔορκος M 12 ἐρειρισμένος M ἀληθεία] κλήσει θεία M εἰ RM, εἰ (??) F: εἰ μὴ NL (Turn.) Vi μητρὸς ἢ πατρὸς transp. N ὑγείαν RM: ὑγίειαν FN εὐετηρίαν RM: εὐγηρίαν FN) [*](5 — 88,3 N fol. 161r τοῦ αὐτοῦ ἀπὸ τοῦ λόγου τοῦ περὶ εὐορκίας καὶ σεβασμοῦ τῆς ἱερᾶς ἑβδόμης καὶ γονέων τιμῆς: ἐν μὲν — νομίζεσθαι. 11 cf. de decal. § 84 κάλλιστον . ., τὸ ἀνώμοτον . . ., ὡς τοὺς λόγους ὅρκους εἶναι νομίζεσθαι. Plat. Phaedr. 236d ὁ δέ μοι λόγος ὅρκος ἔσται.)

v.5.p.86
τετελευτηκότων δὲ τὴν μνήμην ὅρκον ποιητέον· ἀπεικονίσματα γὰρ οὗτοί γε καὶ μιμήματα θείας δυνάμεώς εἰσι, τοὺς μὴ ὄντας εἰς τὸ εἶναι παραγαγόντες.

ἀναγέγραπταί τις ἐν τοῖς νόμοις τῶν ἀρχηγετῶν καὶ ἐπὶ σοφίᾳ μάλιστα θαυμασθέντων ὀμνὺς „κατὰ τοῦ φόβου τοῦ πατρός” (Gen. 31,53), ὑπὲρ ὠφελείας, οἶμαι, τῶν ἔπειτα καὶ διδαχῆς ἀναγκαίας, ἵνα τοὺς γονεῖς ὃν χρὴ τρόπον τιμῶσι στέργοντες ὡς εὐεργέτας καὶ εὐλαβούμενοι ὡς ὑπὸ φύσεως κατασταθέντας ἄρχοντας καὶ μὴ ῥᾳδίως ἐπιχειρῶσιν ὀνομάζειν θεόν.

ἄξιον ἐπαινεῖν καὶ τούς, εἴ ποτε βιασθεῖεν ὀμνύναι, τῷ μέλλειν καὶ βραδύνειν καὶ ἀποκνεῖν ἐμποιοῦντας δέος οὐ μόνον τοῖς ὁρῶσιν ἀλλὰ καὶ τοῖς προκαλουμένοις εἰς τὸν ὅρκον· εἰώθασι γὰρ ἀναφθεγξάμενοι τοσοῦτον μόνον „νὴ τόν“ ἢ "μὰ τόν“, μηδὲν προσπαραλαβόντες, ἐμφάσει τῆς ἀποκοπῆς τρανοῦν ὅρκον οὐ γενόμενον.

ἀλλὰ καὶ προσπαραλαβέτω τις, εἰ βούλεται, μὴ μέντοι τὸ ἀνωτάτω καὶ πρεσβύτατον εὐθὺς αἴτιον, ἀλλὰ γῆν, ἥλιον, ἀστέρας, οὐρανόν, τὸν σύμπαντα κόσμον· ἀξιολογώτατα γὰρ ταῦτα ἅτε καὶ πρεσβύτερα τῆς ἡμετέρας γενέσεως καὶ

προσέτι ἀγήρω διαιωνιοῦντα τῇ τοῦ πεποιηκότος γνώμῃ. τοσαύτῃ δέ τινες εὐχερείᾳ καὶ ῥαθυμίᾳ χρῶνται, ὥστε τὰ ἐν γενέσει πάντα ταῦθ’ ὑπερβάντες ἐπὶ τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἀνατρέχειν τῷ λόγῳ τολμῶσι, μὴ τόπους εἰ βέβηλοι ἢ ἱεροί, μὴ καιροὺς εἰ ἐπιτήδειοι, μὴ αὑτοὺς εἰ καθαροὶ σῶμα καὶ ψυχήν, μὴ τὰ πράγματα εἰ μεγάλα, μὴ τὰς χρείας εἰ ἀναγκαῖαι προεξετάσαντες, ἀλλά, τὸ λεγόμενον δὴ [*](2 γε om. M (Tisch.) 3 ἀρχηγετῶν RM, ἀρχιγετῶν F: ἀρχηγενῶν N, ἀρχιγενῶν L (Turn.) 3. 4 καὶ — θαυμασθέντων om. M 6 καὶ] τε καὶ R 8 εἴ ποτε (R?)M: ὁπότε FN 9 ἀποκινεῖν corr. ex ἀποκλαίειν M 10 προσκαλουμένοις M 11 μόνον om. FN (Turn.) προσπαραλαβόντες RM: προσλαμβάνοντες FN (Turn.) παραλαβόντες Μang. 12 ἐμφάσει RM: προφάσει FN (Turn.) 12. 13 προσπαραλαβέτω RM: προσλαβέτω FN (Turn.) ; παραλαβέτω Mang. 13 βούλεται RM: βούλοιτο FN (Turn.) μὴ μέντοι RMN: μὴ μὲν F (Turn.) ; μὴ μὴν Mang. τὸ om. M ἀνωτέρω καὶ πρεσβύτερον R ἀνώτατον N 15 γὰρ] γὰρ καὶ F ἅτε R: τε N, γε MF (v) πρεσβύτατα M 16 διαιωνιοῦντα RM: διαιωνισθέντα FN (Turn.) 17 εὐχερείᾳ] εὐκαιρία N ὥστε τὰ RM: ὥστ’ FN (Turn.) ; ὡς τὰ Mang. 17.18 πάντα ταῦθ’ M: πάνθ’ RFN (Turn.) 18 πατέρα καὶ ποιητὴν M τῶν] τὸν F 18. 19 τῶ λόγω M: om. RFN (Turn.) 19 τολμῶσιν R 20 αὑτοὺς MFN (Tisch.) μεγάλα] εὐμεγέθη coni. Mang. coll. de decal. § 93 21 μὴ — προεξετάσαντες om. FN (Turn.) ἀναγκαῖαι RM: ἀναγκαῖαί εἰσι Mang. προεξετάσαντες RM: προσεξετάσαντες Mang., προσεξετάσοντες Richt. Tauchn.) [*](14 cf. Diels Elementum p. 48. Hirzel Der Eid p. 16.)

v.5.p.87
τοῦτο, „ἀνίπτοις χερσὶ“ πάντα φύροντες, ὡς δέον, ἐπειδὴ γλῶτταν ἡ φύσις αὐτοῖς ἐδωρήσατο, λελυμένῃ χρῆσθαι καὶ ἀχαλινώτῳ πρὸς ἃ μὴ θέμις·

οὓς ἐχρῆν ὀργάνων τῷ καλλίστῳ, ᾧ φωνὴ καὶ λόγος τὰ βιωφελέστατα καὶ κοινωνίας αἴτια τετράνωται, πρὸς τιμὴν καὶ σεμνότητα καὶ εὐδαιμονισμὸν καταχρῆσθαι τοῦ πάντων αἰτίου.

νυνὶ δ’ ὑπὸ τῆς ἄγαν ἀσεβείας περὶ ὧν ἂν τύχῃ τὰς φρικωδεστάτας ὀνομάζουσι κλήσεις καὶ ἄλλα ἐπ’ ἄλλοις ἐπιφέροντες ὀνόματα σωρηδὸν οὐκ ἐρυθριῶσι, νομίζοντες τῇ πυκνότητι καὶ τῷ συνεχεῖ τῶν ἐπαλλήλων ὅρκων οὗ διανοοῦνται περιέσεσθαι, λίαν ὄντες εὐήθεις· οὐ γὰρ πίστεως ἡ πολυορκία τεκμήριον ἀλλ’ ἀπιστίας ἐστὶ παρὰ τοῖς εὖ φρονοῦσιν.

ἐὰν δέ τις ἐκβιασθεὶς ὀμόσῃ περὶ παντὸς οὑτινοσοῦν, ὃ μὴ νόμος ἀπείρηκε, παντὶ σθένει καὶ μηχανῇ πάσῃ τὸν ὅρκον βεβαιούτω μηδὲν ἐμποδὼν τιθέμενος εἰς τὴν τοῦ γνωσθέντος τελείωσιν, καὶ μάλιστα ἐπειδὰν μὴ ὀργαὶ ἀτίθασοι ἢ λελυττηκότες ἔρωτες ἢ ἐπιθυμίαι ἀκάθεκτοι τὴν διάνοιαν ἐκμήνωσιν, ὡς ἀγνοῆσαι τὰ λεγόμενα καὶ πραττόμενα, λογισμῷ δὲ καὶ διανοίᾳ νηφούσῃ ποιῆται τὸν ὅρκον.

τί γὰρ ἄμεινον ἢ ἀψευδεῖν παρ’ ὅλον τὸν βίον καὶ ταῦτα μάρτυρι θεῷ χρώμενον; ὅρκος γὰρ οὐδὲν ἄλλο ἢ μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· θεὸν δὲ μὴ ἐπ’ ἀληθεῖ καλεῖν πάντων ἀνοσιώτατον.

ὁ γὰρ τοῦτο ποιῶν μόνον οὐκ ἄντικρυς βοᾷ, κἂν ἡσυχάζειν [*](1 τοῦτ’ M χερσὶ RM: ποσὶ FN (Turn.) φύροντες] φέροντες F (Turn.) 1.2 ἡ φύσις αὐτοῖς RM: αὐτοῖς ἡ φύσις FN 2 λελυμένοι F ἀχαλίνῳ FN 3 ὀργάνῳ M τῷ καλλίστῳ ᾦ v: τὸ κάλλιστον ὧ FN, ὦ τὰ κάλλιστα ἥ τε M corr., R quid habeat, dispici non potest 4 τετράνωται M: συντετράνωται FN (v), R quid habeat, incertum est 5 εὐσεβείας N 6 φρικωδεστάτας] φυσιωδεστάτας M 6. 7 ἄλλα ἐπ’ ἄλλοις RM: ἀλλεπαλλήλοις FN 7 ἐπιφέροντες RFN: ἀναφέροντες M (Tisch.) 8 οὐ M (Tisch.): οὑς RFN; ὧν v διατρανοῦνται N 9 ἀλλὰ M 10 παρὰ om. M (Tisch.) 11 ἀπείρηκε RM: ἀπειρήκει FN 11.12 πάση μηχανῆ transp. M (Tisch.) 12.13 γνωσθέντος] ὀμοσθέντος conicio, νομισθέντος (vel ὁρισθέντος) coni. Mang. 13 ἐπειδὰν] ἐπειδέτω ἐπιδέτω?) coni. Mang. ἀτίθασοι codd.: ἀτίθασσοι v 14 ἐκμήνωσιν codd. (Tisch.): ἐκμαίνωσιν V 15 δὲ om. MN (Tisch.) ἡ (pro καὶ) διανοία FN (Turn.) μὴ νηφούσῃ M ποιεῖται MN; ποιείτω Tisch. 16 τί] καὶ M ἡ om. M παρ’ ὅλον] παρά πάντα M (Tisch.) 17 οὐδὲν ἄλλο K: οὐδὲν (om. ἄλλο) M (Tisch.), οὐδὲν ἄλλο ἐστὶν L (v), οὐδὲν ἄρα ἐστὶν FN, οὐδὲν ἄρα ἢν Vind. μαρτυρία] διαμαρτυρία M (Tisch.) 18 ἀληθεῖ scripsi: ἀληθεία codd. (v) 19 ἡσυχάζειν δοκῆ R: ἡσυχάζῃ MFN (v), ἡσυχάζει Vind.) [*](1 ἀνίπτοις χερσὶ Hom. Il. Z 266. cf. Eust. comm. in Hom. p. 641,15. Diogenian. 143 (Corp. Paroem. Gr. I 1187). 9 Flor. Laur. nr. 19 ἀπιστίας, οὐ πίστεως, ἡ πολυορκία τεκμήριον. 17—88,3 i Vind. hist. gr. 67 fol. 59r περὶ ὅρκου: ὅρκος γὰρ—φαύλῳ νομίζεσθαι. 17. 18 Mel. II 63 Col. 1156 Φίλωνος: ὅρκος ἐστὶ μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου.)

v.5.p.88
δοκῇ· "σοὶ χρῶμαι τοῦ ἀδικεῖν προκαλύμματι· αἰδουμένῳ μοι τὸ δοκεῖν ἁμαρτάνειν συνέργησον, ἀντ’ ἐμοῦ πονηρευομένου τὴν αἰτίαν ὑπόστηθι· μέλει γάρ μοι πλημμελοῦντι μὴ φαύλῳ νομίζεσθαι· σὺ δὲ τῆς παρὰ τοῖς πολλοῖς δόξης ἀλογεῖς οὐδὲν εὐφημίας ἐπιστρεφόμενος.“ ἅπερ καὶ λέγειν καὶ ἐννοεῖσθαι ἀσεβέστατον· ἀγανακτήσαι γὰρ ἂν οὐχ ὅτι θεὸς ὁ πάσης κακίας ἀμέτοχος, ἀλλὰ καὶ πατὴρ καὶ ὀθνεῖος ἄνθρωπος μὴ τελείως ἀρετῆς ἄγευστος, εἰ τοιαῦτα ἀκούοι.

πάντας μὲν οὖν ὅρκους, ὡς ἔφην, βεβαιωτέον, ὅσοι περὶ καλῶν καὶ συμφερόντων γίνονται πρὸς ἐπανόρθωσιν ἰδίων ἢ κοινῶν πραγμάτων, φρονήσεως καὶ δικαιοσύνης καὶ ὁσιότητος ἡγουμένων — τούτοις ἐμφέρονται καὶ τῶν εὐχῶν αἱ νομιμώταται διὰ περιουσίαν ἀγαθῶν ἢ παρόντων ἢ προσδοκωμένων γινόμεναι —, τοὺς δ’ ἕνεκα τῶν ἐναντίων ἐπικυροῦν οὐκ εὐαγές.

εἰσὶ γὰρ οἳ ὀμνύουσιν, ἐὰν τύχῃ, κλοπὰς καὶ ἱεροσυλίας ἢ φθορὰς καὶ μοιχείας ἢ τραύματα καὶ σφαγὰς ἤ τι τῶν ὁμοιοτρόπων κακῶν ἐργάσεσθαι, καὶ ἀνυπερθέτως αὐτὰ δρῶσι ποιούμενοι πρόφασιν τὸ εὐορκεῖν, ὡς οὐκ ἄμεινον καὶ θεῷ κεχαρισμένον μᾶλλον τῆς βεβαιώσεως τῶν ὅρκων τὸ μηδὲν ἀδικεῖν, ἐπεὶ δικαιοσύνη καὶ πᾶσα ἀρετὴ νόμος ἐστὶ πάτριος καὶ θεσμὸς ἀρχαῖος· νόμοι δὲ καὶ θεσμοὶ τί ἕτερον ἢ φύσεως ἱεροὶ λόγοι τὸ βέβαιον καὶ τὸ πάγιον ἐξ αὑτῶν ἔχοντες, ὡς ὅρκων ἀδιαφορεῖν;

ἴστω δὴ πᾶς ἐνωμότως ἄδικα δρῶν, ὅτι εὐορκεῖ μὲν οὔ, τὸν δὲ πολλῆς φυλακῆς [*](1 σοὶ] ὃς Vind., om. M προκαλύμματι RM (Tisch.): παρακαλύμματι FN Vind. τῶ δοκεῖν F 3 μέλλει FN Vind. (Turn.) πλημμελοῦντι] πλημμελοῦντι] M 4 τοῖς πολλοῖς R: πολλοῖς M (Tisch.), τοῖς πιστοῖς F (v) τῆς εὐφημίας M (Tisch.) 6 ὁ πάσης] ἁπάσης M ὀθνεῖος] ὁ θεῖος L (Turn.) 7 τελείων Turn. τοιαῦτ’ F ἀκούει F 9 κοινῶν ἢ ἰδίων transp. M (Tisch.) 11 αἱ νομιμώτατοι (sic) MF 12 tit. ὅτι οὐ δεῖ τοὺς ἐπὶ τοῖς ἐναντίοις βεβαιοῦν ὅρκους add. mg M (Tisch.) 13 ἐὰν τύχη RF: ἂν τύχοι M (Mang. Tisch.) καὶ ἱεροσυλίας F: ἡ ἱεροσυλίας RM 13. 14 φθορὰς καὶ μοιχείας M: φθορὰς ἡ μοιχείας R, μοιχείας καὶ φθορὰς F 14 ἐργάσεσθαι Mang. (Tisch): ἐργάσασθαι codd. 15 τὸ εὐορκεῖν RM: τοῦ εὐορκεῖν F (Turn.) ; τῷ εὐορκεῖν Richt. Tauchn. 16 βεβαιώσεως Mang.: παραβάσεως codd.; παραστάσεως Tisch. 17 μηδὲν RM: μὴ δεῖν F (Turn.) ἐπεὶ δικαιοσύνη καὶ πᾶσα ἀρετὴ Mang.: ἐπὶ δικαιοσύνη καὶ πάση ἀρετὴ codd. νόμος ἐστὶ πάτριος RM: ὃ νόμος ἐστὶ πατρῷος F (Turn.) 18 θεσμὸς—καὶ om. F (Turn.) τί ἕτερον KM: τῶν ἑτέρων F; τῶν ἑταίρων Turn., τί ἕτερον εἰσὶν Mang. 19 τὸ πάγιον RF: τὸ om. M (Tisch.) ἐξ αὐτῶν RF: ἐξ αὐτῆς M (Tisch.) 20 δὴ M (Tisch.): δὲ F, δὲ δὴ R ἐνομότως F ὅτι εὐορκεῖ RM: ὅτε εὐορκήσει F φυλακῆς] φήμης M) [*](7 Num. 303)

v.5.p.89
καὶ ἐπιμελείας ἄξιον ὅρκον ἀνατρέπει, ᾧ τὰ καλὰ καὶ δίκαια ἐπισφραγίζεται· προστίθησι γὰρ ὑπαίτια ὑπαιτίοις, ἐν οὐ δέοντι γινομένοις ὅρκοις, οὓς πολὺ βέλτιον ἦν ἡσυχάζεσθαι, πράξεις παρανόμους.

ἀπεχόμενος οὖν τοῦ ἀδικοπραγεῖν ποτνιάσθω τὸν θεόν, ἵνα μεταδῷ τῆς ἵλεω δυνάμεως αὐτῷ συγγνοὺς ἐφ’ οἷς ἀβουλίᾳ χρησάμενος ὤμοσε· διπλάσια γὰρ αἱρεῖσθαι κακά, δυνάμενον τὴν ἡμίσειαν αὐτῶν ἀποφορτίσασθαι, μανία καὶ φρενοβλάβεια δυσίατος.

εἰσὶ δ’ οἳ τὴν φύσιν ἄμικτοι καὶ ἀκοινώνητοι δι’ ὑπερβολὴν μισανθρωπίας γεγονότες ἢ καὶ ὑπ’ ὀργῆς οἷα χαλεπῆς δεσποίνης ἐκβιασθέντες ὅρκῳ τὴν ἀγριότητα πιστοῦνται τῶν ἠθῶν, οἵτινες οὔ φασιν ὁμοτράπεζον ἢ ὁμωρόφιον ἕξειν τὸν δεῖνα ἢ τὸν δεῖνα ἢ πάλιν τῷ δεῖνι μὴ παρέξειν ὠφέλειάν τινα ἢ παρ’ ἐκείνου τι λήψεσθαι μέχρι τελευτῆς· ἔστι δ’ ὅτε καὶ μετὰ τὴν τελευτὴν τὸ ἀσύμβατον διαφυλάττουσιν οὐδὲ νεκροῖς τοῖς σώμασιν ἐπιτρέποντες ἐν διαθήκαις τὰ νομιζόμενα παρασχεῖν.

οἷς παραινέσαιμι ἂν καθάπερ καὶ τοῖς προτέροις, εὐχαῖς καὶ θυσίαις ἐξευμενίζεσθαι τὸν θεόν, ἵνα εὕρωνταί τινα ψυχικῶν ἀρρωστημάτων θεραπείαν ἀναγκαίαν, ἃ μηδεὶς ἀνθρώπων ἱκανὸς ἰάσασθαι.

ἕτεροι δ’ εἰσὶ κομπασταὶ τῶν ὑπ’ ἀλαζονείας φυσωμένων, οἳ λιμοδοξοῦντες οὐδενὶ τῶν εἰς τὴν ὠφελιμωτάτην ὀλιγοδεΐαν χρῆσθαι δικαιοῦσιν, ἀλλὰ κἂν προτρέπῃ τις ἕνεκα τοῦ τὸν ἀφηνιασμὸν τῶν ἐπιθυμιῶν ἀναχαιτίσαι, τὴν νουθεσίαν ὕβριν εἶναι νομίζουσι καὶ πρὸς τὸν ἁβροδίαιτον ὠθούμενοι βίον ἀλογοῦσι τῶν σωφρονιστῶν, γέλωτα καὶ χλεύην τιθέμενοι τὰς φρονήσεως καλὰς ὁμοῦ καὶ λυσιτελεστάτας ὑφηγήσεις.

εἰ δὲ δὴ καὶ τύχοι τις εἶναι περιουσία καὶ ἀφθονία τῶν περὶ τὸν βίον, ὅρκοις ἐπισφραγίζονται τὴν χρῆσιν καὶ ἀπόλαυσιν τῶν εἰς [*](1 ἀνατρέπειν F ᾧ] ὃν M 2 προστίθεται F (Turn.) δέοντι] δέον F 5 συγγνοὺς M, συγνουσ (sic) R: συγγενοῦς F (Turn.) ἀβούλει (sic) R 8 ἢ] οἲ M οἷα F: δία R, ἡ μανίας M (Tisch.) 9 ἐκβιασθέντες. post ἀγριότητα transp. M πιστοῦνται M: πιστούμενοι RF 10 ὁμωρόφιον R: ὁμώροφον M (Tisch.), ὁμορρόφιον F; ὁμορόφιον v ἢ τὸν δεῖνα om. R (fort. recte) 11 τῷ δεῖνι] ’τον δεῖνα εἰ (sic) R τι M: τινα RF (Turn.) μέχρι M: καὶ μέχρι RF (Turn.) 13 διαθήκαις] θήκαις coni. Mang. (recepit Tisch.) 14 παραινέσαιμ’ F καθάπερ R: καθὰ F, καθὼς M (Tisch.) 15 τὸν θεὸν R: τὸ θεῖον MF (v) 16 ἀναγκαίαν M (Tisch.): om. RF (v) 17 τῶν . . . φυσωμένων corruptum: καὶ . . . φυσώμενοι conicio φυσωμένων RM (Tisch.): φυσσωμένων F (v) 18 τῶν] τὴν M εἰς τὴν codd.: τὴν οm. V ὀλιγόδειαν codd.: ὀλιγόδειαν v 19 ἀλλὰ κἂν] ἀλλ’ ἄν R προτροπή (sic) F 19. 20 τῶν ἐπιθυμιῶν om. M 20 ἀναχαιτίσαι RF: ἀναχαιτίσασθαι M (Tisch.) 21 ἀλογοῦσι—βίον (24) om. M 22 καλὰς ὁμοῦ R: ὁμοῦ καλὰς F (v) 23 εἶναι RF: οὖσα v; εἷναι fort. secludendum 24 τὸν βίον R: τὸν om. F (v))

v.5.p.90
πολυτέλειαν· οἷον δή τι λέγω· πρῴην τις τῶν οὐκ ὀλίγα κεκτημένων ὑγρὸν καὶ διαρρέοντα βίον ἀσπασάμενος, ἐπειδὴ πρεσβύτης παρὼν συγγενὴς ἢ πατρικὸς ὥς γ’ οἶμαι φίλος ἐνουθέτει πρὸς τὸ σεμνότερον καὶ αὐστηρότερον τὴν δίαιταν παρακαλῶν μεταβαλεῖν, τὴν παραίνεσιν οὐ μετρίως δυσχεράνας ὤμοσεν ἀντιφιλονεικῶν, ἕως ἂν τὰς χορηγίας ἔχῃ καὶ παρασκευάς, μηδενὶ χρήσεσθαι τῶν εἰς εὐτέλειαν, μὴ κατὰ πόλιν, μὴ κατ’ ἀγρούς, μὴ πλέων, μὴ πεζεύων, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ τὸν πλοῦτον ἐπιδείξεσθαι. πλούτου δὲ ταῦθ’, ὡς ἔοικεν, ἐπίδειξις οὐκ ἔστι μᾶλλον ἢ ἀλαζονείας καὶ ἀκρασίας.

καίτοι τῶν ἐν ταῖς μεγάλαις ἡγεμονίαις οὐκ ὀλίγοι μέχρι νῦν εἰσιν οἳ παμπληθεῖς ἔχοντες παρασκευὰς καὶ χορηγίας ἀφθόνους, ὥσπερ ἐξ ἀενάου τινὸς πηγῆς πλούτου ῥέοντος αὐτοῖς ἀδιαστάτως, ὅμως ἐφ’ ἃ καὶ οἱ πένητες ἡμεῖς ἔστιν ὅτε τρέπονται, κεραμεᾶς κύλικας καὶ ὀβελίας ἄρτους καὶ ἐλαίας ἢ τυρὸν ἢ λάχανα προσόψημα, καὶ θέρους μὲν περίζωμα καὶ λεπτὴν ὀθόνην, χειμῶνος δὲ χλαῖναν ἀρραγῆ καὶ στιφρὰν καὶ τὰ πρὸς τὴν κοίτην ἔστιν ὅτε χαμαίστρωτα, πολλὰ χαίρειν φράσαντες κλίναις ἐλεφαντίναις ἢ χελώνης ἢ χρυσοῦ πεποιημέναις καὶ στρωμναῖς ἀνθοβαφέσι καὶ ἐσθῆσιν ἁλουργίσι καὶ πεμμάτων μελιπήκτων περιεργίαις καὶ τραπεζῶν πολυτελείαις.