De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἐπιφερομένους μητρῷον αἶσχος, [καὶ] διότι ἡ πρώτη σπορὰ καὶ γένεσις αὐτοῖς κεκιβδήλευται καὶ συγκέχυται διὰ τὸ πλῆθος τῶν ὡμιληκότων ταῖς μητράσιν, ὡς μὴ δύνασθαι τὸν ἀληθῆ πατέρα διαγνῶναι καὶ διακρῖναι.

ὁ δὲ τόπος οὗτος, εἰ καί τις ἄλλος, ἀλληγορίαν ἐπιδέχεται φιλοσόφου θεωρίας ὢν ἀνάπλεως· τῶν γὰρ ἀσεβῶν καὶ ἀνοσίων οὐχ εἷς τρόπος, ἀλλὰ πολλοὶ καὶ διαφέροντες. οἱ μὲν γὰρ τὰς ἀσωμάτους ἰδέας ὄνομα κενὸν ἀμέτοχον ἀληθοῦς πράγματος εἶναί φασι, τὴν ἀναγκαιοτάτην οὐσίαν ἐκ τῶν ὄντων ἀναιροῦντες, ἥτις ἐστὶν ἀρχέτυπον παράδειγμα πάντων ὅσα ποιότητες οὐσίας, καθ’ ἣν ἕκαστον εἰδοποιεῖτο καὶ διεμετρεῖτο.

τούτους αἱ ἱεραὶ τοῦ νόμου στῆλαι μηνύουσι „θλαδίας“· ὡς γὰρ τὸ τεθλασμένον ἀφῄρηται τὴν ποιότητα καὶ τὸ εἶδος καὶ οὐδὲν ἕτερόν ἐστιν ἢ κυρίως εἰπεῖν ἄμορφος ὕλη, οὕτως καὶ ἡ ἀναιροῦσα δόξα ἰδέας πάντα συγχεῖ καὶ πρὸς τὴν ἀνωτέρω τῶν στοιχείων οὐσίαν τὴν ἄμορφον καὶ ἄποιον ἐκείνην ἄγει.

οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον; ἐξ ἐκείνης γὰρ πάντ’ ἐγέννησεν ὁ θεός, οὐκ ἐφαπτόμενος αὐτός — οὐ γὰρ ἦν θέμις ἀπείρου καὶ πεφυρμένης ὕλης ψαύειν τὸν εὐδαίμονα καὶ μακάριον —, ἀλλὰ ταῖς ἀσωμάτοις δυνάμεσιν, ὧν ἔτυμον ὄνομα αἱ ἰδέαι, κατεχρήσατο πρὸς τὸ γένος ἕκαστον τὴν ἁρμόττουσαν λαβεῖν μορφήν. ἡ δὲ πολλὴν ἀταξίαν εἰσηγεῖται καὶ σύγχυσιν· ἀναιροῦσα γὰρ ταῦτα, δι’ ὧν αἱ ποιότητες, συναναιρεῖ ποιότητας.

ἕτεροι δ’ ὡς ἐν ἄθλοις κακίας τὰ ἐπ’ ἀσεβείᾳ νικητήρια σπεύδοντες [*](1 δ’ AH πόρνας] πόρνους Α ἐκ πόρνης R: ἐκ τῆς πόρνης AH (v) 2. 3 καὶ καὶ seclusit Wendl.) διότι ἡ πρώτη σπορὰ καὶ γένεσις αὐτοῖς κεκιβδήλευται R (Arm?): διὰ τὸ τὴν πρώτην σπορὰν καὶ γένεσιν αὐτοῖς κεκιβδηλεῦσθαι AH (v) 3 καὶ συγκέχυται— διακρῖναι (4) add. R Arm: om. ΑΗ (v) διὰ ......... θος R, τὸ πλῆθος supplevi 4 μ ..... σθαι R, μὴ δύνασθαι supplevi δία . . . . αἰ καὶ διακρῖναι R, διαγνῶναι supplevi ὁ δὲ τόπος R δὲ conieceram): τόπος γὰρ ΑΗ (v) 5 ἀλληγορίαν ἐπιδέχεται R: ἐπιδέχεται ἀλληγορίαν ΑΗ (v) ὢν om. Ann 7 κενὸν] καινὸν R 9 ὅσα] ὅσαι R 10 οὐσίας] ἡ ποιότητες Ann (?) εἰδοποιεῖ(το) καὶ διεμετρεῖτο R: εἰδοποιεῖται καὶ διαμετρεῖται AH (v) 11 ὡς γὰρ τὸ R: τὸ γὰρ ΑΗ (v) 13 οὕτως καὶ R: καὶ om. ΑΗ (v) ἡ om. R ἀναιροῦσα] αἱροῦσα R 14 ἀνωτέρω R: ἀνωτέραν ΑΗ (v) οὐσίαν codd.: οὐσίας Turn. τὴν ἄμορφον καὶ ἄποιον ἐκείνην ἄγει R: τὴν ἀμορφίαν καὶ ἀποιότητα ἐκεῖνα ἄγει (?) Arm, τὴν ἀμορφίαν ἄπο δὲ σκηνοῦν ἄγει ΑΗ: τὴν ἀμορφίαν, ἀπὸ δὲ σκηνῶν ἄγει Turn., τὴν ἀμορφίαν, ἀπὸ σκηνῶν ἄγει Mang. 17 εὐδαίμονα R Arm (coni. Mang.): ἴδμονα ΑΗ (v) 18 ἔτυμον] ἕτοιμον L (Turn.) 19 πολλὴν] πάλιν Arm) [*](1 Deut. 23,17. Deut. 232.)

v.5.p.80
αἴρεσθαι προσυπερβάλλουσιν ἅμα ταῖς ἰδέαις καὶ ὕπαρξιν θεοῦ παρακαλυπτόμενοι ὡς οὐκ ὄντος λεγομένου δ’ εἶναι χάριν τοῦ συμφέροντος ἀνθρώποις, οἳ δὴ δι’ εὐλάβειαν τοῦ δοκοῦντος πάντῃ παρεῖναι καὶ πάντα καθορᾶν ὄμμασιν ἀκοιμήτοις [[οἷς]ἶς] ἔμελλον ἀνέξειν ἀδικημάτων. τούτους ὁ νόμος εὐθυβόλως „ἀποκόπους” προσαγορεύει τὴν περὶ τοῦ πάντα γεννῶντος ἐκτετμημένους ὑπόληψιν, ἀγόνους μὲν σοφίας, ἐπιτηδεύοντας δὲ τὴν μεγίστην κακιῶν, ἀθεότητα.

τρίτοι δ’ εἰσὶν οἳ τὴν ἐναντίαν ἔτεμον εἰσηγησάμενοι πλῆθος θεῶν ἀρρένων τε καὶ θηλειῶν, πρεσβυτέρων τε αὖ καὶ νεωτέρων, πολυαρχίας λόγῳ τὸν κόσμον ἀναπλήσαντες, ἵνα τὴν τοῦ ἑνὸς καὶ ὄντως ὄντος ὑπόληψιν ἐκ τῆς ἀνθρώπων διανοίας ἐκτέμωσιν.

οὗτοι δ’ εἰσὶν οἱ συμβολικῶς "ἐκ πόρνης“ ὑπὸ τοῦ νόμου προσαγορευόμενοι· καθάπερ γὰρ ὧν μητέρες πόρναι τὸν μὲν ἀληθῆ πατέρα οὔτε ἴσασιν οὔτ’ ἐπιγράψασθαι δύνανται, πολλοὺς δὲ καὶ σχεδὸν ἅπαντας τοὺς ἐραστὰς καὶ ὡμιληκότας, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀγνοοῦντες τὸν ἕνα καὶ ἀληθινὸν θεὸν πολλοὺς καὶ ψευδωνύμους ἀναπλάττοντες περὶ τὸ ἀναγκαιότατον τῶν ὄντων τυφλώττουσιν, ὅπερ ἢ μόνον ἢ πρώτιστον ἐξ αὐτῶν σπαργάνων εἰκὸς ἦν ἀναδιδάσκεσθαι· τί γὰρ μάθημα κάλλιον ἢ τοῦ ὄντως

ὄντος θεοῦ; τετάρτους δὲ καὶ πέμπτους ἐλαύνει πρὸς μὲν τὸ αὐτὸ τέλος ἐπειγομένους, οὐ μὴν ἀπὸ τῶν αὐτῶν βουλευμάτων· ἀμφότεροι γὰρ ζηλωταὶ μεγάλου κακοῦ, φιλαυτίας, ὄντες ὥσπερ τινὰ κοινὴν οὐσίαν διενείμαντο τὴν ὅλην ψυχὴν ἐκ λογικοῦ καὶ ἀλόγου μέρους συνεστῶσαν· καὶ οἱ μὲν τὸ λογικόν, ὃ δὴ νοῦς ἐστι, διεκληρώσαντο, οἱ δὲ [*](1 ὕπαρξιν Αrm: προσϋπαρξιν R, πρὸς ὕπαρξιν AH (v) ; conieceram προΰπαρξιν vel πᾶσαν ὕπαρξιν 1.2 παρακαλυπτόμενοι RA: ἐπικαλυπτόμενοι Η (v) 3 οἳ δὴ Wendl.: οἱ δὲ codd. (οἱ δ’ Turn.) δι’ εὐλάβειαν codd.: δι’ om. Turn. 4 ὄμμασιν — ὑπόληψιν (6) add. R (Arm?) om. AH (v) οἷς seclusi 6 ἀγόνους . . . ἐπιτηδεύοντας R: ἄγονοι . . . ἐπιτηδεύοντες AH (v) ἔ τρίτοι δ’ εἰσὶν R, τρίτοι δέ εἰσιν ΑΗ: τρίτοι δή εἰσιν coni. Mang. et cum praecedentibus falso coniunxit 8 θεῶν add. Arm (conieceram): i om. codd. (v) 9 πολυαρχίας λόγῳ scripsi (sic Arm): λόγων AH (v), πολυαρχικωτάτω λόγω R 10 πάντων ἀνθρώπων Arm 11 καθάπερ codd.: καθὰ v 12 γὰρ om. R οὔτε ἴσασιν R, οὕτ’ ἴσασιν A: οὑκ ἴσασιν H (v) 13 δὲ] γὰρ Α 14 τὸν ante ἕνα om. Turn. 15 post θεόν interpung. et post πολλοὺς add. γὰρ v ἀναγκαιότατον Arm (coni. Mang.): ἀναγκαῖον (R)AH (v) 1.5.16 τὸν ἀναγκαι|οντῶν τυφλώττουσιν (sic) R 16 ἢ μόνον codd. Arm: ἡ τέλος μόνον v 17 εἰκὸς ὗν om. R κάλλιον ἢ R: κάλλιον ἐπιστήμης ΑΗ (v) 18 δὲ] δὴ τούτους Arm τοὺς ante πρὸς add. Arm (fort. recte) 21 λογικοῦ codd. Arm: λογισμοῦ v) [*](18 Deut. 23,3; quartam enim et quintam classem hominum a Mose exclusas, quas dicit Philo, Moabitas et Ammonitas intellegit: cf. leg. alleg. III § 81. de post. Caini § 177.)

v.5.p.81
τὸ ἄλογον, ὅπερ εἰς τὰς αἰσθήσεις τέμνεται.

οἱ μὲν οὖν τοῦ νοῦ προστάται τὴν ἡγεμονίαν καὶ βασιλείαν τῶν ἀνθρωπείων πραγμάτων ἀνάπτουσιν αὐτῷ καί φασιν ἱκανὸν εἶναι καὶ τὰ παρεληλυθότα μνήμῃ διασῴζειν καὶ τῶν παρόντων ἐρρωμένως ἀντιλαμβάνεσθαι καὶ τὰ μέλλοντα εἰκότι στοχασμῷ φαντασιοῦσθαί τε καὶ λογίζεσθαι.

οὗτος γάρ ἐστιν ὁ γῆν τὴν βαθύγειον καὶ ἀρετῶσαν τῆς ὀρεινῆς καὶ πεδιάδος κατασπείρας καὶ καταφυτεύσας καὶ τὴν βιωφελεστάτην γεωργίαν εὑρών· οὗτος ὁ ναῦν κατασκευάσας καὶ τὴν χέρσου φύσιν ἐπινοίαις παντὸς λόγου κρείττοσι πλωτὴν ἀπεργασάμενος καὶ ὁδοὺς ἐν θαλάττῃ πολυσχιδεῖς ἄχρι λιμένων τῶν κατὰ πόλεις καὶ ὑποδρόμων λεωφόρους ἀνατεμὼν καὶ γνωρίσας ἠπειρώτας νησιώτας οὐκ ἄν ποτ’ εἰς ἑαυτοὺς ἐλθόντας, εἰ μὴ σκάφος ἐναυπηγήθη· οὗτος ὁ καὶ τῶν βαναύσων καὶ τῶν γλαφυρωτέρων τεχνῶν λεγομένων εὑρετής·

οὗτος γράμματα καὶ ἀριθμοὺς καὶ μουσικὴν καὶ τὴν ἐγκύκλιον ἅπασαν παιδείαν ἐπενόησε καὶ συνηύξησε καὶ πρὸς τὸ τέλος ἤγαγεν· οὗτος καὶ τὸ μέγιστον ἀγαθόν, φιλοσοφίαν, ἐγέννησε καὶ δι’ ἑκάστου τῶν μερῶν αὐτῆς ὠφέλησε τὸν ἀνθρώπινον βίον, διὰ μὲν τοῦ λογικοῦ πρὸς ἀνεξαπάτητον ἑρμηνείαν, διὰ δὲ τοῦ ἠθικοῦ πρὸς τὴν τῶν τρόπων ἐπανόρθωσιν, διὰ δὲ τοῦ φυσικοῦ πρὸς ἐπιστήμην οὐρανοῦ τε καὶ κόσμου. καὶ ἄλλα μέντοι παμπληθῆ λέγουσιν ἐγκώμια νοῦ συμφορήσαντές τε καὶ ἀγείραντες ἔχοντα τὴν ἀναφορὰν ἐπὶ τὰ λεχθέντα ἤδη, περὶ ὧν οὐ καιρὸς ἐνοχλεῖν.

οἱ δὲ τῶν αἰσθήσεων προστάται τὸν ἔπαινον αὐτῶν εὖ μάλα σεμνοποιοῦσι διανέμοντες τῷ λόγῳ τὰς ἀπ’ αὐτῶν ἐγγινομένας χρείας καί φασιν, ὅτι δύο μὲν αἴτια τοῦ ζῆν ἐστιν, ὄσφρησις [*](2. 3 ἀνάπτουσιν Mang. (Arm?): ἀνάγουσιν codd. 5 φαντασιοῦ(σθαί) τε καὶ λογίζεσθαι R (Arm): ἀφοσιοῦσθαι AH; ἀνοσιοῦσθαι (sic) v; ἀφεικάσασθαι (sic) coni. Mang. 6 καὶ ἀρετῶσαν K: om. ΑΗ (v) 7 καταφυτεύσας R: φυτεύσας AH (v) εὑρών om. R 8 ναῦν R Arm: νῦν οὐρανὸν AH; τόν οὐρανὸν v χέρσου Α: χέρσον H, χερ δίον R ut vid. (voluit fortasse χέρσου ἰδίαν) ἐπινοίαις παντὸς λόγου κρείττοσι R: παντὸς λόγου ἐπινοίαις κρείττοσι AH (v) 9 ἀπεργασάμενος R: ἐργασάμενος AH (v) καὶ ὁδοὺς — εὑρετής (13) add. R (Arm): om. AII (v) ἐν ......... R, ἐν θαλάττῃ supplevi πολὺ . . . δεῖς a. ρ. λιμένων R, πολυσχιδεῖς ἄχρι supplevi 10 κάτα .......... R, κατὰ πόλεις supplevi 11 ἑ. αυ ........ η R, ἐναυπηγήθη supplevi 12 .... υ . ωτερων τέχνων R, γλαφυρωτέρων supplevi 13 . . . ἔτης R, εὑρετής supplevi γράμματα καὶ ἀριθμοὺς R: καὶ ἀριθμοὺς om. AH (v) 14 ἅπασαν R: om. AH (v) ἐπενόησε καὶ ......... ησεν R, συνηύξησεν supplevi Arm secutus; καὶ συνηύξησε om. AH (v) τὸ ante τέλος om. Α 15 δι’ ἑκάστου τῶν μερῶν R: διὰ τῶν μερῶν ΑΗ (v) 18 post κόσμου add. καὶ τῶν ἐν αὐτῷ Arm 19 παμπληθεὶ AH νοῦ om. Arm 20 ἔχοντα scripsi: ἔχοντες codd. (v) ἤδη (R?) Arm (Mang): εἴδη AH (Turn.) 22 αὐτῶν] αὑτὸν Richt. Tauchn. σεμνοποιοῦσι R Arm (Mang.): σθενοποιοῦσι A, στενοποιοῦσι II 23 ἐστιν] εἰσιν codd.)

v.5.p.82
καὶ γεῦσις, δύο δὲ τοῦ καλῶς ζῆν, ὅρασις καὶ ἀκοή.

διὰ μὲν οὖν γεύσεως αἱ τῶν σιτίων τροφαὶ παραπέμπονται, διὰ δὲ μυκτήρων ὁ ἀήρ, οὗ πᾶν ζῷον ἐξήρτηται· τροφὴ δ’ ἐστὶ καὶ οὗτος ἡ συνεχὴς καὶ ἀδιάστατος, ὃς οὐκ ἐγρηγορότας μόνον ἀλλὰ καὶ κοιμωμένους διατρέφει τε καὶ διασῴζει· σαφὴς δὲ πίστις· εἰ γὰρ κἂν βραχύτατον ὁ τῆς ἀναπνοῆς δίαυλος ἐπισχεθείη κατὰ τὴν τοῦ πεφυκότος ἔξωθεν ἐποχετεύεσθαι πνεύματος ἀποκοπήν, θάνατος ἀπαραίτητος ἐξ ἀνάγκης ἐπακολουθήσει.

τῶν γε μὴν φιλοσόφων αἰσθήσεων, δι’ ὧν περιγίνεται τὸ εὖ ζῆν, ὅρασις μὲν φῶς τὸ κάλλιστον ἐν τοῖς οὖσιν ὁρᾷ, ὁρᾷ δὲ διὰ φωτὸς τἄλλα πάντα, ἥλιον, σελήνην, ἀστέρας, οὐρανόν, γῆν, θάλατταν, φυτῶν καὶ ζῴων ἀμυθήτους διαφοράς, καὶ συνόλως πάντα σώματα καὶ σχήματα καὶ χρώματα καὶ μεγέθη, ὧν ἡ θέα περιττὴν φρόνησιν ἐξειργάσατο καὶ πολὺν ἵμερον ἐπιστήμης ἐγέννησε.

παρέχεται δὲ καὶ ἄνευ τούτων ὠφελείας ὅρασις ἡμῖν τὰς μεγίστας, εἴς τε τὴν οἰκείων καὶ ἀλλοτρίων καὶ φίλων καὶ ἐχθρῶν διάκρισιν καὶ βλαβερῶν μὲν φυγήν, αἵρεσιν δὲ τῶν ἐπ’ ὠφελείᾳ. γέγονε μὲν οὖν καὶ τῶν ἄλλων ἕκαστον τοῦ σώματος μερῶν πρὸς ἁρμοττούσας χρείας καὶ σφόδρα ἀναγκαίας, ὡς βάσεις μὲν πρὸς περίπατον καὶ δρόμον καὶ τἄλλα ὅσα διὰ σκελῶν ἐνεργεῖται, χεῖρες δὲ πρὸς τὸ πρᾶξαί τι καὶ δοῦναι καὶ λαβεῖν· ὀφθαλμοὶ δὲ ὡσπερεί τι κοινὸν ἀγαθὸν τὴν τοῦ δύνασθαι κατορθοῦν αἰτίαν καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι παρέχουσιν.

ἀψευδέστατοι δ’ οἱ πεπηρωμένοι μάρτυρες, οἳ μήτε χερσὶ μήτε ποσὶ δύνανται χρῆσθαι κατὰ τὸ βέλτιον τὴν πρόσρησιν ἐπαληθεύοντες, ἣν οὐκ ἐπ’ ὀνείδει μᾶλλον ἢ οἴκτῳ θέσθαι φασὶ τοὺς πρότερον ἀδυνάτους ὀνομάσαντας· ἅμα γὰρ τῇ τῶν ὀμμάτων φθορᾷ καὶ αἱ τοῦ σώματος δυνάμεις οὐχ ὑποσκελίζονται μόνον ἀλλὰ καὶ φθείρονται. [*](2 σιτίων καὶ ποτῶν Arm μυκτήρων RA: τῶν μυκτήρων H (v) 3.4 καὶ ἀδιάστατος R: om. ΑΗ (v) 9 τοῖς οὖσιν R: ταῖς οὐσίαις AH (v) ὁρᾶ, ὁρᾶ δὲ R ut vid.: ὁρᾶ δὲ ΑΗ; ὁρᾷ, καὶ v τἆλλα Α 11. 12 καὶ χρώματα om. L (Turn.) 12 περιττὴν] περὶ τὴν Arm πολὺν] πολλὴν Η (Turn.) 13 ἵμερος H 15 καὶ ἐχθρῶν R Arm: om. AH (v) 15. 16 τῶν ἐπ’ ὠφελεία R: τῶν ἐπωφελῶν AH (v) 18 καὶ δρόμον R: om. AH (v) τἄλλα R: τὰ ἄλλα AH 21 περιέχουσιν A; tum ὅτι δέ τοῦθ’ οὕτως ἔχει add. AH (v), om. R Arm ἀψευδέστατοι δ’ R: ψευδέστατοι Η, οἱ ψευδέστατοι Α; ἀμευδέστατοι v οἱ] καὶ Α πεπϋρωμένοι Α, πεπληρωμένοι Arm 21. 22 μήτε ποσὶ μήτε χερσὶ Arm 22 δύνανται χρῆσθαι R: χρῆσθαι om. ΑΗ (v), δύνανται κατορθοῦν Arm 22. 23 ἐπαληθεύοντες R Arm (coni. Mang.): ἐπαληθεύειν AH 23 οἴκτω R Arm: οἱ κάτω ΑΗ 23.24 πρότερον R: προτέρους AH (v) 24 ὀνομάσαντας Mang. (sic Arm): ὀνομάσαντες codd. ἅμα γάρ — φθείρονται (25) add. R Arm: om. AH (v))

v.5.p.83
θαυμασιώτατον δὲ καὶ ἀκοὴ χρῆμα, δι’ ἧς μέλη καὶ μέτρα καὶ ῥυθμοί,

ἔτι δὲ ἁρμονίαι καὶ συμφωνίαι καὶ τῶν γενῶν καὶ συστημάτων αἱ μεταβολαὶ καὶ πάνθ’ ὅσα κατὰ μουσικὴν ἐπικρίνεται, καὶ λόγων [τε] τῶν κατὰ διεξόδους [καὶ] παμπληθεῖς ἰδέαι δικανικῶν συμβουλευτικῶν ἐγκωμιαστικῶν, ἔτι δὲ τῶν ἐν ἱστορίαις καὶ διαλόγοις καὶ τῶν ἐν ὁμιλίαις ἀναγκαίαις περὶ τῶν ἐν βίῳ πραγμάτων πρὸς τοὺς ἀεὶ πλησιάζοντας· συνόλως γὰρ διὰ φωνῆς διττὴν ἐχούσης δύναμιν, εἴς τε τὸ λέγειν καὶ τὸ ᾄδειν, ἑκάτερα ταῦτα διακρίνει πρὸς ὠφέλειαν ψυχῆς·

ᾠδὴ γὰρ καὶ λόγος ὑγιεινὰ καὶ σωτήρια φάρμακα, ἡ μὲν τὰ πάθη κατεπᾴδουσα καὶ τὸ ἄρρυθμον ἐν ἡμῖν ῥυθμοῖς, τὸ δ’ ἐκμελὲς μέλεσι, τὸ δ’ ἄμετρον μέτροις ἐπιστομίζουσα — ποικίλον δ’ ἐστὶ καὶ παντοδαπὸν ἕκαστον, ὡς μουσικοὶ καὶ ποιηταὶ μαρτυροῦσιν, οἷς πιστεύειν ἀναγκαῖον ἐπιτήδευμα τοῖς εὖ πεπαιδευμένοις —, ὁ δὲ λόγος ἐπέχων καὶ ἀνακόπτων τὰς ἐπὶ κακίαν ὁρμὰς καὶ τοὺς κεκρατημένους ἀφροσύναις καὶ ἀηδίαις ἐκνοσηλεύων, μαλακώτερον μὲν τοὺς ὑπείκοντας, σφοδρότερον δὲ τοὺς ἀφηνιάζοντας, αἴτιος γίνεται τῶν μεγίστων ὠφελειῶν.

τοιαῦτα συνείροντες οἵ τε τοῦ νοῦ θιασῶται καὶ οἱ τῶν αἰσθήσεων οἱ μὲν ἐκεῖνον οἱ δὲ ταύτας θεοπλαστοῦσιν ὑπὸ φιλαυτίας ἐκλαθόμενοι τοῦ πρὸς ἀλήθειαν ὄντος θεοῦ. διὸ πάντας εἰκότως ἀπήλασεν ἱεροῦ συλλόγου, τούς τε τὰς ἰδέας ἀναιροῦντας, „θλαδίας“ ὑπειπών, καὶ τοὺς κατὰ τὸ παντελὲς ἀθέους, οἷς ὄνομα οἰκεῖον τὸ „ἀποκόπων“ ἔθετο, καὶ τοὺς ἐξ ἐναντίας εἰσηγητὰς θεογονίας, οὓς ἐκάλεσεν „ἐκ πόρνης“, καὶ ἐπὶ πᾶσι τοὺς φιλαύτους, ὧν οἱ μὲν τὸν λογισμόν, οἱ δ’ ἑκάστην τῶν αἰσθήσεων ἐξεθείωσαν· ἐπείγονται [*](1 θαυμασιώτατον δὲ καὶ ἀκοὴ γρῆμα R (Arm?): θαυμασιώτατα· ἡ ἀκοὴ δὲ χρῆμα ΑΗ (v) καὶ μέτρα R: om. AH (v) 2.3 ἔτι τε δὲ scripsi) ἁρμονίαι — αἱ μεταβολαὶ add. R Arm: om. AH (v) 3 καὶ ante πάνθ’ om. R μουσικὴν 11; τὴν μουσικὴν ΑΗ ἢ καὶ scripsi) λόγων— ι πρὸς ὠφέλειαν ψυχῆς (8) add, R Arm: οm. AH (v) τε (??) δὲ coni. Wendl. 4 κάτα ἐξόδους (sic) R καὶ seclusi 6 ἐν . . ω R, βίω supplevi 7 γὰρ . ι . R, διὰ supplevi 8 τὰ . . . δία . . . νεῖ R, ταῦτα διακρίνει supplevi 10 ἄρυθμον AH 11 ἐπιστομίζουσα] ἐπικοσμοῦσα coni. Mang. 12 μαρτυροῦσιν] καρτεροῦσιν H (Turn.) 12. 13 ἐπιτήδευμα (τοῖς εὖ) πεπαιδευμένοις R (τοῖς εὖ supplevi): om. ΑΗ (v) 14 ἀηδίαις] ἀδικίαις coni. Mang. (sic Arm) 14. 15 post ἐκνοσηλεύων add. καὶ AH (v), om. R 15 μαλακώτερον . . . σφοδρότερον R: μαλακωτέρους . . . σφοδροτέρους AH; μαλακωτέρως . . . σφοδροτέρως v 16 μεγίστων om. Μang. 17 καὶ οἱ R: οἱ om. AH (v) 18 ταύτας R Arm: ταύτην AH 19 ἀπήλασεν ἱεροῦ συλλόγου R: ἀπήλασεν om. ΑΗ; ἱεροῦ συλλόγου ἐλαύνει v 20 θλαδίας ὑπειπὼν R: ὑπειπὼν post ἀθέους transp. AH (v) 21 τῶν (sic) ἀποκόπων rursus incipit F ἀποκόπων RF: ἀπόκοπον ἐξ (v) ἐξ ἐναντίας RF: ἐναντίας H (v), ἐναντίους Α 22 τοὺς om. F 23 τὸν] τῶν F ἐξεθείωσαν] ἐξεώθησαν F)

v.5.p.84
γὰρ πάντες οὗτοι πρὸς τὸ αὐτὸ τέλος, εἰ καὶ ἀπὸ διαφερόντων ἄγονται βουλευμάτων, τὸν ἕνα καὶ ὄντως ὄντα θεὸν παρησυχάζοντες.

ἀλλ’ ἡμεῖς γε οἱ φοιτηταὶ καὶ γνώριμοι τοῦ προφήτου Μωυσέως τὴν τοῦ ὄντος ζήτησιν οὐ μεθησόμεθα, τὴν ἐπιστήμην αὐτοῦ τέλος εὐδαιμονίας εἶναι νομίζοντες καὶ ζωὴν μακραίωνα, καθὰ καὶ ὁ νόμος φησὶ τοὺς προσκειμένους τῷ θεῷ ζῆν ἅπαντας (Deut. 4, 4), δόγμα τιθεὶς ἀναγκαῖον καὶ φιλόσοφον· ὄντως γὰρ οἱ μὲν ἄθεοι τὰς ψυχὰς τεθνᾶσιν, οἱ δὲ τὴν παρὰ τῷ ὄντι θεῷ τεταγμένοι τάξιν ἀθάνατον βίον ζῶσιν.

[*](1 πρὸς] εἰς H ἀπὸ διαφερόντων RF Arm: ἀπὸ τῶν αὐτῶν Α, μὴ ἀπὸ τῶν αὐτῶν H (v) ἀνάγονται F 2 τὸν ἕν — παρησυχάζοντες RF Arm: οm. AH (v) 3 μώσεως FAH τὴν τοῦ ὄντος] νομοθετοῦντος F 4. 5 εὐδαιμονίας εἶνα νομίζοντες RF: εἶναι νομίζοντες εὐδαιμονίας ΑΗ (v) 6 ἅπαντας RF (Arm?): om. AH (v) τιθεὶς] προσεπιθεὶς F 7 ἄθεοι R Arm (coni. Mang.): ἄθλιοι Α (v), ἆθλοι Η, ἄλογοι λόγοι F τεθνᾶσιν] γεγόνασιν R οἱ δὲ—θεῷ (8)] οἱ δ’ ἔνθεον F παρὰ] περὶ ΑΗ)