De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

Διδαχθέντι δ’ αὐτῷ τὰ παραδείγματα τῆς ἱερᾶς σκηνῆς καὶ ἀναδιδάξαντι τοὺς διανοίᾳ ὀξεῖς καὶ εὐφυῶς ἔχοντας πρὸς ἀνάληψιν καὶ τελείωσιν ἔργων, ἅπερ ἀναγκαίως εἶχε δημιουργηθῆναι, κατὰ τὸ εἰκὸς ἱεροῦ κατασκευασθέντος ἔδει καὶ ἱερεῖς τοὺς ἐπιτηδειοτάτους αἱρεθῆναί τε καὶ προμαθεῖν, ὃν τρόπον τὰς θυσίας ἀνάγειν τε καὶ ἱερουργεῖν προσῆκε.

τὸν μὲν οὖν ἀδελφὸν ἐξ ἁπάντων ἐπικρίνας ἀριστίνδην ἀρχιερέα, τοὺς δ’ ἐκείνου παῖδας ἱερεῖς ἐχειροτόνει, προνομίαν οὐ τῷ οἰκείῳ γένει διδούς, ἀλλ’ εὐσεβείᾳ καὶ ὁσιότητι, ἃς ἐνεώρα τοῖς ἀνδράσιν ὑπούσας. σαφὴς δὲ πίστις· οὐδέτερον υἱὸν — δύο γὰρ ἦσαν αὐτῷ — τούτου τοῦ γέρως ἠξίωσεν, ἀναγκαίως ἂν ἀμφοτέρους ἑλόμενος, εἴ τινα τιμὴν ἔνεμε τῷ φιλοικείῳ.

καθίστη δὲ μετὰ τῆς ἅπαντος τοῦ ἔθνους γνώμης, ὡς τὰ λόγια ὑφηγεῖτο, καινότατον τρόπον καὶ ἄξιον ἱστορηθῆναι· λούει τὸ πρῶτον αὐτοὺς ὕδατι πηγῆς τῷ καθαρωτάτῳ καὶ ζωτικωτάτῳ κἄπειτα τὰς ἱερὰς ἀναδίδωσιν ἐσθῆτας, τῷ μὲν ἀδελφῷ τὸν ποδήρη καὶ τὴν ἐπωμίδα οἱονεὶ θώρακα, τὸ παμποίκιλον ὕφασμα καὶ μίμημα τοῦ παντός, τοῖς δ’ ἀδελφιδοῖς χιτῶνας λινοῦς, ζώνας τε [*](1 μεταποιούμενος AFGHP: μεταποιουμένους ceteri μερῶν] μέρος F 2 τὸ] τὸ M διανοίας] συμμετρίας Α δογμάτων] σωμάτων Ο ἀρετῶν] ἀέρων Α 4 ἀλλ’ — καινούμενον om. F κινούμενον AH1 4. 5 χρώματι δ’ εὐπρεπεῖ Α 6 πρὸς ἔργα λόγων AF: λόγων πρὸς ἔργα ceteri (v) ἔτι βουλευμάτων] ἐπιβουλευμάτων Α ἑκάτερα Ad: ἑκάτερον ceteri 7 δὲ Α σκηνῆς] ἐκείνης Α 8 ἔχοντι F 11 pr. τε om. Α alt. τε om. F, τε καὶ ἱερουργεῖν om. Α 13 δ’ om. BEM 1.3. 14 οὐ τῷ] αὐτῶ Α 15 υἱῶν H2 (v) γὰρ] δ’ AHP (v) 16 ἂν] οὖν P, γὰρ ἂν ἦν M, γὰρ et ἦν ss. Β 17 ἔνειμε Α ἔνειμε v) ἔνειμε τῶ φιλοικείῳ A: τῶ φιλοικείῳ ἔνεμε ceteri (v) καθίστησι P, κατέστη Α 18 ὑφηγεῖται AV2K 19 λούει τὸ πρῶτον αὐτοὺς AGHP: λούει μὲν αὐτοὺς τὸ πρῶτον ceteri 19. 20 καὶ ζωτικωτάτῳ om. Α 21 ὕφασμα] ἀπεικόνισμα coni. Maug. 22 ἀδελφιδοῖς FH2PV2K: ἀδελφοῖς ceteri λινοῦς] λαμπροὺς BEM) [*](17 sqq. Exod. cap. 29. Levit. cap. 8)

v.4.p.234
καὶ περισκελῆ πᾶσι·

τὰς μέν, ὅπως ἀνεμπόδιστοι καὶ ἑτοιμότεροι πρὸς τὰς ἱερὰς ὑπουργίας ὦσι, σφιγγομένων τοὺς ἀνειμένους κόλπους τῶν χιτώνων, τὰ δ’, ὅπως μηδὲν ὧν κρύπτεσθαι θέμις προφαίνηται, καὶ μάλιστ’ ἀνερχομένων ἐπὶ τὸν βωμὸν ἢ κατιόντων ἄνωθεν καὶ πάντα δρώντων μετὰ σπουδῆς καὶ τάχους·

εἰ γὰρ μὴ οὕτως ἀκριβὴς γεγένητο ἡ στόλισις διὰ τὴν τοῦ μέλλοντος ἀδήλου προφυλακήν, κἂν ἕνεκα τῆς συντόνου περὶ τὰς λειτουργίας ὀξύτητος ἀπεγυμνοῦντο τὸν προσήκοντα

ἱεροῖς καὶ ἱερωμένοις κόσμον φυλάττειν ἀδυνατοῦντες. ὡς δὲ ταῖς ἐσθήσεσιν ἤσκησεν αὐτούς, χρίσματος εὐωδεστάτου λαβών, ὃ μυρεψικῇ τέχνῃ κατειργάσθη, τὰ ἐν ὑπαίθρῳ πρῶτα, τόν τε βωμὸν καὶ τὸν λουτῆρα, κατέχριεν ἐπιρραίνων ἑπτάκις, ἔπειτα τὴν σκηνὴν καὶ τῶν ἱερῶν σκευῶν ἕκαστον, τὴν κιβωτόν, τὴν λυχνίαν, τὸ θυμιατήριον, τὴν τράπεζαν, τὰ σπονδεῖα, τὰς φιάλας, τὰ ἄλλα ὅσα πρὸς θυσίας ἀναγκαῖα καὶ χρήσιμα, καὶ τελευταῖον προσαγαγὼν τὸν ἀρχιερέα πολλῷ λίπει τὴν κεφαλὴν ἀλείφει.

ταῦτ’ ἐπιτελέσας εὐαγῶς ἀχθῆναι κελεύει μόσχον καὶ κριοὺς δύο· τὸν μέν, ἵνα θύσῃ περὶ ἀφέσεως ἁμαρτημάτων, αἰνιττόμενος ὅτι παντὶ γενητῷ, κἂν σπουδαῖον ᾖ, παρόσον ἦλθεν εἰς γένεσιν, συμφυὲς τὸ ἁμαρτάνειν ἐστίν, ὑπὲρ οὗ τὸ θεῖον εὐχαῖς καὶ θυσίαις ἀναγκαῖον ἐξευμενίζεσθαι, μὴ διακινηθὲν ἐπιθεῖτο·

τῶν δὲ κριῶν τὸν μὲν ἕτερον εἰς ὁλοκαύτωμα εὐχαριστήριον τῆς τῶν ὅλων διοικήσεως, ἧς κατὰ τὸ ἐπιβάλλον ἑκάστῳ μέρος μέτεστι καρπουμένῳ τὴν ἀπὸ τῶν στοιχείων ὠφέλειαν, γῆς πρὸς οἴκησιν καὶ τὰς ἐξ αὐτῆς τροφάς, ὕδατος πρὸς ποτὸν καὶ λουτρὰ καὶ πλοῦν, ἀέρος πρὸς ἀναπνοὴν καὶ [*](1 περισκελῆ BEMA πᾶσι eras. V2, om. OK 2 ὑπουργίας] λειτουργίας Α (prob. Mang). ἱερὰς ὑπουργίας ὦσι] ἱερουργίας ὑπουργῶσιν ᾄσωσι BEM, ἱερουργίας ὑπουργῶσιν ἄνω VOK συσφιγγομένων VOK 3 ὑποφαίνηται G 4 μάλιστ’ AGHP: μάλιστα ceteri ἢ] ἢ καὶ BE πάντων Α 5 ἀκρίβϊος (sic) Α γεγένητο FGHP: γεγένηται A. ἐγεγένητο ceteri 6 κἀν scripsi: om. M, καὶ ceteri 7 post ἀπεγυμνοῦντο add. ἂν V2OK 9 αἰσθήσεσιν FH1P 10 κατείργασται P πρῶτον Α pr. τόν om. Α 13 τἄλλ’ HP, τἄλλ’ Α θυσίαν BEMA 14 λίπει] λίπα BEHP, μᾶλλον αὐτοῦ V2OK 15 ταῦτ᾿ ἐπιτελέσας εὐαγῶς FGUP: om. ceteri εὐαγῶς] ἐναγῶς Turn. Mang. ἀχθῆναι FGHP: καὶ ἀχθῆναι ceteri μόσχον ἔνα BEM 17 γεννητῷ VOKG σπουδαῖος V2KP2 γέννησιν VK 18 ἁμαρτάνον FHP (Turn.) οὔ GHPV2OK: τοῦ ceteri τὸ θεῖον A: τὸν θεὸν ceter; (v) 19 ὡς ἀναγκαῖον VOK ἀναγκαῖον om. BEM μὴ διακινηθὲν ἐπιθεῖτο om. BEMVOK διακινηθὲν AFG: διακινηθεὶς HP (V) ἐπιθεῖτο AG: ἐπίθοιτο FHP 20 εὐχαριστήριον om. G 21 ἧς REM: ἢ F, ἣ ceteri ᾗ Turn.) μέρος ἑκάστω transp. AVOK 22 πρὸς AFGHP: εἰς ceteri 23 ποτὸν AGHP: τὸ ποτὸν ceteri λουτρὰ AGH2: λουτρὸν H1P, λουτῆρα ceteri)

v.4.p.235
τὰς διὰ τῶν αἰσθήσεων ἀντιλήψεις — ἐπειδὴ πασῶν ἀὴρ ὄργανον — καὶ ἔτι τὰς ἐτησίους ὥρας, πυρὸς τοῦ μὲν χρειώδους πρὸς τὰ ἑψόμενα καὶ θερμαινόμενα, τοῦ δὲ οὐρανίου πρὸς αὐγὴν καὶ τὰ ὁρατὰ πάντα·

τὸν δ’ ἕτερον εἰς τὴν τῶν ἱερωμένων διὰ καθάρσεως ἁγνευτικῆς παντέλειαν, ὃν ἐτύμως „τελειώσεως“ ἐκάλεσεν (Exod. 29, 26. Lev. 8, 22), ἐπειδὴ τὰς ἁρμοττούσας θεραπευταῖς καὶ λειτουργοῖς θεοῦ τελετὰς ἔμελλον ἱεροφαντεῖσθαι.

τοῦ δ’ αἵματος αὐτοῦ τὸ μὲν ἐν κύκλῳ τοῦ βωμοῦ σπένδει λαβών, τὸ δὲ φιάλην ὑποσχὼν δέχεται καὶ ἀπὸ τούτου τρία μέρη τοῦ σώματος χρίει τῶν τελουμένων ἱερέων, οὖς ἄκρον, ἄκραν χεῖρα, ποδὸς ἄκρον, δεξιὰ τὰ σύμπαντα, αἰνιττόμενος ὅτι δεῖ τὸν τέλειον καὶ λόγῳ καὶ ἔργῳ καὶ βίῳ παντὶ καθαρεύειν· λόγον μὲν γὰρ ἀκοὴ δικάζει, χεὶρ δ’ ἔργου σύμβολον, διεξόδου δὲ τῆς περὶ τὸν βίον πούς.

ἐπεὶ δ’ ἕκαστον αὐτῶν ἄκρον τε καὶ δεξιόν, ὑπονοητέον δηλοῦσθαι τὴν ἐν ἑκάστοις ἐπίδοσιν μετὰ δεξιότητος, ἐφιεμένην τῆς ἄκρας εὐδαιμονίας καὶ τοῦ τέλους, ἐφ’ ὃ σπεύδειν ἀναγκαῖον καὶ τὰς πράξεις ἁπάσας ἀναφέρειν στοχαζομένους ὥσπερ ἐν ταῖς τοξείαις σκοποῦ τοῦ περὶ τὸν βίον.

πάλαι μὲν οὖν ἱερείου ἑνός, ὃ προσηγορεύετο „τελειώσεως“, ἀκράτῳ αἵματι τὰ λεχθέντα τρία μέρη κατέχριε τῶν ἱερέων. αὖθις δ’ ἐκ τοῦ παρὰ τῷ βωμῷ λαβών, ὅπερ ἐξ ἁπάντων ἦν τῶν τεθυμένων, καὶ τοῦ λεχθέντος χρίσματος, ὃ μυρεψοὶ κατεσκεύασαν, ἀναμίξας τὸ ἔλαιον τῷ αἵματι τοῦ κράματος τοῖς ἱερεῦσι καὶ ταῖς ἐσθήσεσιν αὐτῶν ἐπέρραινε, βουλόμενος αὐτοὺς μὴ μόνον τῆς ἔξω καὶ ἐν ὑπαίθρῳ μεταλαχεῖν ἁγνείας, ἀλλὰ καὶ τῆς ἐν ἀδύτοις, ἐπειδὴ καὶ ἔνδον λειτουργεῖν [*](1 διὰ τὰς transp. M, διὰ τὰς διὰ BE διὰ τῆς αἰσθήσεως Turn. τῶν πασῶν A 2 ἔτι] ἐπὶ AVOK 3 θερμαίνοντα P δ’ Α καὶ — τὴν (4) om. Α ὁρατὰ] ὁρώμενα BEM 4 ἱερουμένων BEVOK, ὁρωμένων Α παντελείας Α 5 ὃν] ὃ Α ἐτύμως FV2, ἑτοίμως V1 ut vid. 6 ἁρμοζούσας Α λειουργοῖς G 7 ἱεροφαντοῦσθαι Α αὐτοῦ om. VK 10 τὰ om. O 11 ἔργω καὶ λόγω F, ἔργω καὶ λόγω G λόγον] λόγῳ Turn. γὰρ om. Α 12 δὲ VOK ἔργον Α 13 ἐπεὶ] ἐπὶ BEMP τε om. Α, ss. Β 15. 16 ἀναφέρειν ἁπάσας transp. VOK 17 τὸν om. FGHP (v) βίον] βίου τέλος coni. Mang. ἱερεῖον F προσηγόρευτο FGH2 (Turn.) 19 τῶ βωμῷ AFGHP: τὸν βωμὸν ceteri ἦν τῶν om. Α 19. 20 τεθυμένων] τε θυομένων HP (v) 20 μυρεψὸς κατεσκεύασεν Α τὸ] τε coni. Mang. 21 τοῖς τε VK αἰσθήσεσιν H1P (Turn.) αὐτῶν AFGHP: om. ceteri 22 ἐπέραινε Α 22. 23 μετασχεῖν Α 22 τῆς] τοῖς M)

v.4.p.236
ἔμελλον· τὰ δ’ εἴσω πάντα ἐλαίῳ κατεκέχριστο.

θυσίας δ’ ἐπὶ ταῖς προτέραις ἄλλας ἀναγαγόντων, τοῦτο μὲν τῶν ἱερέων ὑπὲρ αὑτῶν, τοῦτο δὲ τῆς γερουσίας ὑπὲρ ἅπαντος τοῦ ἔθνους, Μωυσῆς μὲν εἰς τὴν σκηνὴν εἰσέρχεται τὸν ἀδελφὸν ἐπαγόμενος — ὀγδόη δ’ ἦν τῆς τελετῆς ἡμέρα καὶ τελευταία, ταῖς γὰρ πρότερον ἑπτὰ ἱεροφαντῶν αὐτόν τε καὶ τοὺς ἀδελφιδοῦς ὠργίαζεν —, εἰσελθὼν δ’ ἀνεδίδασκεν οἷα ὑφηγητὴς ἀγαθὸς εὐμαθῆ γνώριμον, ὃν χρὴ τρόπον τὸν ἀρχιερέα τὰς εἴσω ποιεῖσθαι λειτουργίας.

εἶτ’ ἐξελθόντες ἀμφότεροι καὶ τὰς χεῖρας ἀνατείναντες πρὸ τῆς κεφαλῆς εὐχὰς τίθενται τῷ ἔθνει τὰς προσηκούσας ἀπὸ καθαρᾶς καὶ ὁσιωτάτης γνώμης. ἔτι δ’ εὐχομένων, τερατωδέστατόν τι συμβαίνει· ἐκ γὰρ τῶν ἀδύτων, εἴτε αἰθέρος ἀπόσπασμα τοῦ καθαρωτάτου, εἴτε ἀέρος κατὰ τὴν τῶν στοιχείων φύσει μεταβολὴν ἀναλυθέντος εἰς πῦρ, αἰφνίδιον ἀθρόα φλὸξ διεκπαίει καὶ συντόνῳ ῥύμῃ φέρεται μὲν ἐπὶ τὸν βωμόν, τὰ δ’ ἐπ’ αὐτοῦ πάντα ἐξαναλίσκει, πρὸς οἶμαι σαφεστάτην δήλωσιν, ὅτι οὐδὲν ἄνευ θείας ἐπιφροσύνης ἐπετελεῖτο.

δωρεὰν γὰρ ἐξαίρετον εἰκὸς ἦν τοῖς ἁγίοις προσνεμηθῆναι, μὴ μόνον ἐν οἷς ἄνθρωποι δημιουργοί, ἀλλὰ καὶ τῷ καθαρωτάτῳ τῆς οὐσίας πυρί, τὸ χρειῶδες καὶ παρ’ ἡμῖν ὅπως μὴ προσάψαιτο τοῦ βωμοῦ, διὰ τὸ μυρίας ἴσως ἀναμεμῖχθαι κῆρας·

ἅπτεται γὰρ οὐ μόνον ζῴων ἀλόγων ὀπτωμένων ἢ ἑψομένων εἰς πλησμονὴν ἄδικον γαστρὸς τῆς ταλαίνης, ἀλλὰ καὶ ἀνθρώπων ἐξ ἐπιβουλῆς ἀναιρουμένων, οὐ τριῶν ἢ τεττάρων, [*](1 κατεκέχριστο BEYOK: κατακέχριστο FGH2, κατέχριστο MH1P, κατεχρίετο Α (Mang.) 2 ἀναγόντων Α αὐτῶν ESIKHP καὶ aate alt. τοῦτο add. M 3 ἅπαντος AFGHP: παντὸς ceteri 5 ἡμέρα AFGHP: ἡ ἡμέρα ceteri ταῖς V2OK (coni. Mang.): αἱ ceteri πρότερον GHP1: προτέραις V2OK, πρότεραι ceteri ἱεροφάντει V2OK αὑτόν τε AP2: om. ceteri 6 ἀδελφιδοῦς GHPV2OK: ἀδελφοὺς ceteri ὠργίαζεν om. ia lac. BEM 7 ἀμαθῆ Richt. 8. 9 ἀνατείνοντες Η 9 ὑπὲρ τὰς κεφαλὰς coni. Maug. τιθέντες BEMV1 11 εἴτε GHP: εἴτ’ ceteri 12 εἴτε AGHP: εἴτ’ ceteri φύσει GHP: φυσικὴν ceteri ἀναλυθέντος] μεταβληθέντος V2OK 13 αἰφνίδιον om. BEM διεκκαίει HP (Turn.) συντόμῳ AFGHP (Turn.) 14 μὲν om. τὰ δ’] καὶ τὰ A ἐπ’] ἐξ HP (Turn.) ἐξαναλίσκει AFGHP: ἀναλίσκει ceteri οἶμαι πρὸς trausp. Α 15 ἐπετελεῖτο GH: ἀπετελεῖτο ceteri 16 δωρεὰν γὰρ] καὶ δωρεὰν A μόνον] μέντοι V2OK ἐν del. V2, om. OK 17 οἶς] ἧς V-OK καὶ eras. V2, om. OK; κἀν conicio τὸ καθαρώτατον . . . πῦρ V-OK 18 τὸ AFGHP: τὸ δὲ ceteri προσάψαιτο GHP: προσψαύσαιτο Α, προσάψηται ceteri 19 μυρίαις V2OK ἀναμεμάχθαι GH (Turn.) κήραις ἀλόγων ζώων transp. G 20 ὀπτομένων BEM, ὀπτημένων Κ ἢ ἑψομένων om. FHP (Turn.) 21 ἐπιβολῆς M οὐ — ὁμίλων (237,1) AFGUP: om. ceteri) [*](1 sqq. Levit. cap. 9)

v.4.p.237
ἀλλὰ καὶ πολυανθρώπων ὁμίλων·

ἤδη γοῦν καὶ στόλους μεγάλους ἐπιβατικοῦ πλήρεις ὀϊστοὶ πυρφόροι κατέφλεξαν βληθέντες καὶ ὅλας πόλεις ἐξανάλωσαν, αἳ σμυχόμεναι μέχρι θεμελίων εἰς τέφραν ἐδαπανήθησαν, ὡς μηδ’ ἴχνος ὑπολελεῖφθαι τοῦ πάλαι συνοικισμοῦ.

ταύτης ἕνεκά μοι δοκῶ τῆς αἰτίας ὡς μεμιασμένον ἤλασε τοῦ ἱερωτάτου καὶ καθαρωτάτου βωμοῦ πῦρ τὸ χρειῶδες, ἀνθ’ οὗ φλόγα αἰθέριον ὤμβρησεν ἀπὸ τοῦ οὐρανοῦ πρὸς διαστολὴν ἁγίων τε καὶ βεβήλων, ἀνθρωπείων τε καὶ θείων· ἥρμοττε γὰρ ταῖς θυσίαις ἀφθαρτοτέραν οὐσίαν ἀπονενεμῆσθαι πυρὸς τῆς πρὸς τὰς βιωτικὰς χρείας ὑπηρετούσης.

Πολλῶν δὲ κατὰ τὸ ἀναγκαῖον ἀναγομένων θυσιῶν καθ’ ἑκάστην ἡμέραν καὶ διαφερόντως ἐν πανηγύρεσι καὶ ἑορταῖς ὑπέρ τε ἰδίᾳ ἑκάστου καὶ κοινῇ ὑπὲρ ἁπάντων, διὰ μυρίας καὶ οὐχὶ τὰς αὐτὰς αἰτίας, ἅτε πολυανθρωποτάτου ἔθνους εὐσεβοῦντος, ἐδέησε καὶ νεωκόρων πλήθους εἰς τὰς ἱερὰς ὑπηρεσίας.

ἡ δ’ αἵρεσις ἐγίνετο πάλιν καινότατον ἀλλ’ οὐ τὸν εἰωθότα τρόπον· μίαν τῶν δώδεκα φυλῶν ἐπικρίνας ἀριστίνδην ἐχειροτόνει θεοφιλοῦς ἔργου προθεὶς ἆθλα καὶ ἀριστεῖα.