Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

[*](2 αἰθέρος Pap (Mang.): ἀρετῆς codd. N 2.3 αστεροειδεστατον Pap: ἀστροειδέσταταν codd. N ὁ ἐν ἑαυτῇ καθάπερ sic supplevi 13 litteras Pap: om. codd. N φύσεις N (Mang.): φάσεις Pap (?) et codd. 7 χρείας Α εὐμελεῖς OAB θείους OB 7. 8 ἀστεροειδεστάτας scripsi (Pap?): ἀστροειδεστάτας codd. N 8 καὶ—ἀμήχανον om. N 9 εὑρεῖν] ἰδεῖν G 10 κρίνοντος Mang.: κρινομένου Pap et codd. N 12 ὑπερβάλλει OA 13 το σωμα Pap N: σῶμα GH2, σώματος ceteri 14 μέλλουσιν conicio 17 καίτοι] καὶ Α 18 τοῦτο Α κρίνεται GPH1 δ’ Β τι del H2 19 προσέχειν AB 20 ὃν om. Pap ω γενναῖε μὴ Pap: μή, μή, ὦ γενναῖε codd. 21 τελειότητα Ο, τελεωτάτην GHP 22 μαρτυρήσεις BGHP γνῶσιν αἰτιάσῃ om. OAB 23 εραυναν Pap σφόδρα codd. 24 γνώσει Pap χορις Pap προσπαραλημψεως Pap, παραλήψεως Β, παραπλησίως Α 27 δ’ OAB)

v.3.p.22
ἐκνίψασθαι τούτων ἕκαστον καὶ ἀπιστῆσαι γενέσει τῇ πάντα ἐξ ἑαυτῆς ἀπίστῳ, μόνῳ δὲ πιστεῦσαι θεῷ τῷ καὶ πρὸς ἀλήθειαν μόνῳ πιστῷ μεγάλης καὶ ὀλυμπίου ἔργον διανοίας ἐστί, οὐκέτι πρὸς οὐδενὸς δελεαζομένης

τῶν παρ’ ἡμῖν. εὖ δὲ τὸ φάναι "λογισθῆναι τὴν πίστιν εἰς δικαιοσύνην αὐτῷ“ (Gen. 15,6)· δίκαιον γὰρ οὐδὲν οὕτως, ὡς ἀκράτῳ καὶ ἀμιγεῖ τῇ πρὸς θεὸν μόνον πίστει κεχρῆσθαι.

τὸ δὲ δίκαιον καὶ ἀκόλουθον τοῦτο τῇ φύσει παράδοξον ἐνομίσθη διὰ τὴν τῶν πολλῶν ἀπιστίαν ἡμῶν, οὓς ἐλέγχων ὁ ἱερὸς λόγος φησίν, ὅτι τὸ ἐπὶ μόνῳ τῷ ὄντι βεβαίως καὶ ἀκλινῶς ὁρμεῖν θαυμαστὸν μὲν παρ’ ἀνθρώποις, οἷς ἀγαθῶν ἀδόλων κτῆσις οὐκ ἔστιν, οὐ θαυμαστὸν δὲ παρ’ ἀληθείᾳ βραβευούσῃ, δικαιοσύνης δ’ αὐτὸ μόνον ἔργον.

„Εἶπε δὲ“ φησί „πρὸς αὐτόν· ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι" (Gen. 15, 7). τοῦτ’ οὐχ ὑπόσχεσιν μόνον, ἀλλὰ καὶ παλαιᾶς ὑποσχέσεως βεβαίωσιν ἐμφαίνει.

τὸ μὲν οὖν πάλαι δωρηθὲν ἀγαθὸν ἔξοδος ἦν ἀπὸ τῆς Χαλδαϊκῆς μετεωρολογίας, ἥτις ἀνεδίδασκεν οὐ θεοῦ ἔργον, ἀλλὰ θεὸν ὑπολαμβάνειν τὸν κόσμον εἶναι καὶ τό τε εὖ καὶ τὸ χεῖρον ἅπασι τοῖς οὖσι φοραῖς καὶ τεταγμέναις περιόδοις ἀστέρων ἀριθμεῖσθαι καὶ ἐνθένδε τὴν ἀγαθοῦ καὶ κακοῦ γένεσιν ἠρτῆσθαι — ταῦτα δ’ ἡ τῶν κατ’ οὐρανὸν ὁμαλὴ καὶ τεταγμένη κίνησις τοὺς εὐχερεστέρους ἀνέπεισε τερατεύεσθαι· καὶ γὰρ τὸ Χαλδαίων ὄνομα μεταληφθὲν ὁμαλότητι [*](2 μιστω Pap 3 ὀλυμπίας OAB ἔργον διανοίας Pap: διανοίας ἔργον codd. οὐκέτι πρὸς οὐδενὸς Pap: πρὸς οὐδενός οὐκέτι codd. 4 δὲ] δάι Pap 5 αὐτῶν OAB οὐδὲν οὕτως Pap G: οὕτως οὐδὲν ceteri 7 ακουλοθον Pap τοῦτο om. HP1 ἐνομίσθη] ἔδοξε OAB 9 aute οἶς add. οἷς αἱ δούλων G 10 πάρα Pap 11 δὲ ΑΒ αὐτῶ G 12 εἶπεν Pap ος (εξηγαγε) σε Pap (?) 13 εκ χωρας Pap: ἀπὸ χώρας G, ἐκ γῆς ceteri 14 τοῦθ’ Pap τοῦτο OAB οὐχ om., sed οὐχὶ aiite μόνον habent PH1 15 ἀγαθὸν] τῶ Ἁβραάμ ἀγαθόν D R, τῶ Ἀβραὰμ D H 17 τὸν κόσμον εἶναι ὑπολαμβάνειν ΑΒ, εἶναι τὸν κόσμον ὑπολαμβάνειν Ο, ὑπολαμβάνειν εἶναι τὸν κόσμον D H (?) 18 ἐν Mang. ex Mss. (?) ἅπασιν Pap οὖσιν Pap περιόδοις ἀστέρων GDH, περιόδοις ἄστρων D R: ἀστέρων περιόδοις ceteri ἀριθμεῖσθαι] ἁρμόττεσθαι coni. Mang. 19 δ’ ἡ scripsi: δὴ GHPD, δέ Pap OAB 20 κατ’] ἡ add. ante ὁμαλὴ AOBH2 ὁμαλὴ] μαλακὴ OAB τεταγμένη Pap D H2: ἐκτεταμένη ceteri ἀνέπεισε Pap D: ἔπεισε codd. 21 Χαλδαῖον PD R μεταλημφθεν Pap ονοματητι Pap, ὁμαλότητα L) [*](15—23,13 D R fol. 47r Φίλωνος ἐκ τοῦ τίς ὁ τῶν θείων κληρονόμος D H fol. Φίλωνος: τὸ μὲν πάλαι — διαδοχῆς.)

v.3.p.23
παρωνυμεῖ —,

τὸ δὲ νέον ἀγαθὸν κληρονομῆσαι σοφίαν τὴν ἄδεκτον μὲν αἰσθήσει, νῷ δ’ εἱλικρινεστάτῳ καταλαμβανομένην, δι’ ἧς ἀποικιῶν ἡ ἀρίστη βεβαιοῦται μετανισταμένης τῆς ψυχῆς ἀπὸ ἀστρονομίας ἐπὶ φυσιολογίαν καὶ ἀπὸ ἀβεβαίου εἰκασίας ἐπὶ πάγιον κατάληψιν καὶ κυρίως εἰπεῖν ἀπὸ τοῦ γεγονότος πρὸς τὸ ἀγένητον, ἀπὸ τοῦ κόσμου πρὸς τὸν ποιητὴν καὶ πατέρα αὐτοῦ.

τοὺς μὲν γὰρ τὰς γνώμας χαλδαΐζοντας οὐρανῷ πεπιστευκέναι, τὸν δ’ ἐνθένδε μεταναστάντα τῷ ἐπόχῳ τοῦ οὐρανοῦ καὶ ἡνιόχῳ τοῦ παντὸς κόσμου, θεῷ, φασὶν οἱ χρησμοί. καλός γε ὁ κλῆρος, μείζων ἴσως τῆς δυνάμεως τοῦ λαμβάνοντος, ἐπάξιος δὲ τοῦ μεγέθους τοῦ διδόντος.

Ἀλλ’ οὐκ ἐξαρκεῖ χρηστὰ ἐλπίσαι καὶ θαυμάσια ἡλίκα προσδοκῆσαι τῷ σοφίας ἐραστῇ διὰ τῶν θεσπισθέντων· ἀλλ’ εἰ μὴ καὶ τρόπον γνώσεται καθ’ ὃν ἐφίξεται τῆς τοῦ κλήρου διαδοχῆς, παγχάλεπον ἡγεῖται, ἅτε διψῶν ἐπιστήμης καὶ ἀπλήστως ἔχων αὐτῆς· διὸ πυνθάνεται φάσκων· „δέσποτα, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν" (Gen. 15,8) ;

ἴσως ἄν τις εἴποι μάχεσθαι τοῦτο τῷ πεπιστευκέναι· τὸ μὲν γὰρ ἀπορεῖν ἐνδοιάζοντος, τὸ δὲ μηκέτι ζητεῖν ἔργον εἶναι πεπιστευκότος. λεκτέον οὖν, ὅτι καὶ ἀπορεῖ καὶ πεπίστευκεν, οὐ μὴν περὶ τοῦ αὐτοῦ, πολλοῦ γε καὶ δεῖ. πεπίστευκε μὲν γὰρ ὅτι κληρονόμος ἔσται σοφίας, τὸν δὲ τρόπον αὐτὸ μόνον ζητεῖ καθ’ ὃν ἂν γένοιτο· τὸ δ’ ὅτι γενήσεται, πάντως κατὰ τὰς θείας ὑποσχέσεις βεβαίως κατείληφεν.

τὸν πόθον οὖν, ᾧ κέχρηται πρὸς τὸ μαθεῖν, ἐπαινέσας ὁ διδάσκαλος ἄρχεται τῆς [*](1 κληρονομῆσαι Pap D: κτήσασθαι codd. ἄδεκτον Pap DK; ἀδίδακτον codd. DH (?) 2 δὲ codd. καταλαμβανομένη G 2. 3 ἡ ἀρίστη ἀποικιῶν HP, ἀρίστη ἀποικιῶν L 3 ἀστρολογίας OAB 4 βεβαίου OGHP1DH, οὐ βεβαίου P2 5 τὸ ἀγέννητον OAB, τὰ ἀγένητα Pap ἀπὸ τοῦ om. Pap ἀπὸ] ἐπὶ G τοῦ om. D ὁ (ποιητῃν) καὶ πατέρα αὐτοῦ Pap: ποιητὴν κύριον αὐτοῦ (αὐτῆς D R) D, πατέρα καὶ ποιητὴν αὐτοῦ codd. ταῖς γνώμαις Mang. 7 δέ OGHP, om. D 8 φασὶ θεῶ OAB 810 om. D 11 ἡνίκα P 12 τῳ] τὸ Pap 13 ἐφέξεται GDL 14 διὸ] δία Pap 15 δέσποτα Pap: κύριε θεέ codd. 16 τῷ] τὸ G 17 μὲν γάρ] μὲν Pap 17. 18 ἔργον εἶναι πεπιστευκότος Pap: πεπιστευκότος ἔργον εἶναι codd. 18 prius καὶ Pap: om. codd. 19 πολλοῦ] καὶ πολλοῦ v πεπίστευκεν μὲν Pap: πεπίστευκε codd. ἐστὶ OAB 21 παντω Pap κατείληφε cotld.) [*](16 sqq. Orig. Comment. in Gen. (ad eundem locum) p. 35: οὐκ ἦν κατὰ τὸν πιστεύσαντα . . . . ἀπιστεῖν, ὡς ἄν τις οἰηθείη. ἀλλά μήποτε πιστεύσας πρότερον νῦν καὶ γνῶσιν αἰτεῖ τὴν περὶ τῶν πεπιστευμένων. cf. Theodoreti quaest. in Gen. LXV.)

v.3.p.24
ὑφηγήσεως ἀπὸ στοιχειώδους εἰσαγωγῆς, ἐν ᾗ πρῶτον καὶ ἀναγκαιότατον γέγραπται „λάβε μοι“ (Gen. 15,9)· βραχεῖα μὲν ἡ λέξις, πολλὴ δὲ ἡ δύναμις· ἐμφαίνει γὰρ οὐκ ὀλίγα.

πρῶτον μέν, ἴδιον, φησίν, οὐδὲν ἔχεις ἀγαθόν, ἀλλ’ ὅ τι ἂν νομίσῃς ἔχειν, ἕτερος παρέσχηκεν. ἐξ οὗ συνάγεται ὅτι θεοῦ τοῦ διδόντος κτήματα πάντα, ἀλλ’ οὐ τῆς μεταίτου καὶ τὰς χεῖρας εἰς τὸ λαβεῖν προτεινούσης γενέσεως.

δεύτερον δέ, κἂν λάβῃς, λάβε μὴ σεαυτῷ, δάνειον δὲ ἢ παρακαταθήκην νομίσας τὸ δοθὲν τῷ παρακαταθεμένῳ καὶ συμβαλόντι ἀπόδος, πρεσβυτέραν χάριν χάριτι νεωτέρᾳ, προκατάρχουσαν

ἀντεκτινούσῃ δικαίως καὶ προσηκόντως ἀμειψάμενος. μυρίοι γὰρ ἔξαρνοι παρακαταθηκῶν ἐγένοντο ἱερῶν, τοῖς ἀλλοτρίοις ὡς ἰδίοις ὑπ’ ἀμέτρου τῆς πλεονεξίας καταχρησάμενοι. σὺ δέ, ὦ γενναῖε, παντὶ σθένει πειρῶ μὴ μόνον ἀσινῆ καὶ ἀκιβδήλευτα φυλάττειν ἃ ἔλαβες, ἀλλὰ καὶ πάσης ἐπιμελείας ἀξιοῦν, ἵν’ ὁ παρακαταθέμενος μηδὲν ἔχῃ τῆς παρὰ σοῦ φυλακῆς αἰτιάσασθαι.

παρακατέθετο δέ σοι αὐτῷ ψυχήν, λόγον, αἴσθησιν ὁ ζῳοπλάστης, ἃ συμβολικῶς δάμαλις, κριός, αἲξ ἐν ἱεραῖς γραφαῖς ὠνομάσθησαν (Gen. 15, 9). ταῦτα δ’ οἱ μὲν εὐθὺς ὑπὸ φιλαυτίας ἐνοσφίσαντο, οἱ δὲ ἐταμιεύσαντο πρὸς καιριωτάτην ἀπόδοσιν.

τῶν μὲν οὖν νοσφιζομένων οὐκ ἔστιν ἀριθμὸν εὑρεῖν· τίς γὰρ ἡμῶν ψυχὴν καὶ αἴσθησιν [*](1 ἀναγκαιότατα G 2 γέγραπται om. OAB prius ἡ om. GP δὲ ἡ OABH2: δὲ Pap GH1P 3 ἀγαθόν om. OAB 5 πάντα om. OAB μεταίτου Pap: μετ’ αὐτὸν GH2, μετ’ αὐτοῦ ceteri. hic incipit pars recens ex Turnebi ed. descripta in O 7 προκαταθεμένω Α8 8 συμβαλόντι Pap ΑΒ: σύμβολόν τι ceteri νεωτέραν GPH1 9 αντεκτεινουσηι Pap μύριοι Pap D: πολλοὶ codd. 9. 10 εξαρνοι Pap D: ἐξα G, ἐκ ceteri 10 ἱέρων hic hab. Pap: ante ἐγένοντο codd., om. D; post ἱερῶν add. πονηροὶ Η2 ὑπὸ μέτρου GPH1 11 post γενναῖε add. καὶ τῶν θείων ὑπήκοε D παντὶ σθένει πειρῶ Pap D: πειρῶ παντὶ σθένει codd. 12 πάσης Pap D: πλείονος codd. 13 post ἀξιοῦν add. ὡς αὐτεξούσιος καὶ δυνατός D ἵνα D ἔχει D M, ἔχοι GHP 13. 14 τῆς παραφυλακῆς D 13 παρὰ] περὶ Β σοῦ] σοὶ coni. Mang. (Pap?) 14 αἰτιᾶσθαι Pap (?) D M V σοι αὐτῷ] τῆ σῆ προειρέσει D 15. 16 ὠνομάσθησαν om. Α8 16 δὲ Pap εὐθὺς om. ΑΒ, in ras. P ὑπὸ] ἀπὸ G φιλαυθιας Pap, φιλαυτίαν Β 17 ἐταμιεύσαντο hic hab. Pap: post ἀπόδοσιν transpos. codd. καιριωτέραν coni. Mang. 18. 25,1 αἴσθησιν καὶ λόγον Pap: λόγον καὶ αἴσθησιν codd.) [*](9—11 DP fol. 268, DL fol. 125v Φίλωνος ἐκ τοῦ τίς ὁ τῶν θείων κληρονόμος DK fol. 230v Φίλωνος: μυρίοι—καταχρησάμενοι. 11—15 DM fol. 18r DL fol. 57r ἐκ τοὐ τίς ὁ τῶν θείων κληρονόμος D R fol. 18v Φίλωνος: σοὶ λέγεται, ὦ γενναῖε—ζῳοπλάστης. pergunt p. 25,19.)

v.3.p.25
καὶ λόγον, πάνθ’ ὁμοῦ ταῦτ’ οὔ φησιν ἑαυτοῦ κτήματ’ εἶναι, τὸ αἰσθάνεσθαι, τὸ λέγειν, τὸ καταλαμβάνειν οἰόμενος ἐφ’ ἑαυτῷ μόνῳ κεῖσθαι;

τῶν δὲ τὴν πίστιν ἱερὰν καὶ ἄσυλον ὄντως διαφυλαττόντων ὀλίγος ἐστὶν ἀριθμός. οὗτοι ταῦτα τὰ τρία ἀνατεθείκασι θεῷ, ψυχήν, αἴσθησιν, λόγον· ἔλαβον γὰρ οὐχ ἑαυτοῖς, ἀλλ’ ἐκείνῳ πάντα ταῦτα, ὥστε εἰκότως ὡμολόγησαν κατ’ αὐτὸν εἶναι τὰς ἑκάστων ἐνεργείας, τοῦ νοῦ τὰς διανοήσεις, τοῦ λόγου τὰς ἑρμηνείας, τῆς αἰσθήσεως τὰς φαντασίας.