Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας
  2. ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν.
  1. Πότνια Γῆ, πάνδωρε, δότειρα μελίφρονος ὄλβου,
  2. ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης,
  3. τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ᾽, οἷς ἐχολώθης.
  1. Ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι ἄτῃ
  2. πτωκάσιν αἰθυίῃσι, βίον δύσζηλον ἔχοντες,
  3. αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος·
  4. δεινὴ γὰρ μέτ’ ὄπις ξενίου Διός, ὅς κ’ ἀλίτηται.
  1. [*](Restored to metrical fom for Barnes.)Ὑμέας, ὦ ξεῖνοι, ἄνεμος λάβεν ἀντίος ἐλθών·
  2. ἀλλ’ ἐμὲ νῦν δέξασθε, καὶ ὁ πλόος ἔσσεται ὑμῖν.
  1. Ἄλλη τίς σευ πεύκη ἀμείνονα καρπὸν ἵησιν
  2. Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης,