Homer’s Epigrams
Homer
Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- κῆρα δ’ ἐγώ, τήν μοι θεὸς ὤπασε γεινομένῳ περ,
- τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ·
- οὐδέ τί μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς
- Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει
- δῆμον ἐς ἀλλοδαπῶν ἰέναι, ὀλίγον περ ἐόντα.
- Θεστορίδη, θνητοῖσιν ἀνωίστων πολέων περ,
- οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν.
- Κλῦθι, Ποσείδαον, μεγαλοσθενές, ἐννοσίγαιε,
- εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος,
- δὸς δ’ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι
- ναύταις, οἳ νηὸς πομποὶ ἠδ’ ἀρχοὶ ἔασι·
- δὸς δ’ ἐς ὑπωρείην ὑψικρήμνοιο Μίμαντος
- αἰδοίων μ’ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι,