Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. Θεστορίδη, θνητοῖσιν ἀνωίστων πολέων περ,
  2. οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν.
  1. Κλῦθι, Ποσείδαον, μεγαλοσθενές, ἐννοσίγαιε,
  2. εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος,
  3. δὸς δ’ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι
  4. ναύταις, οἳ νηὸς πομποὶ ἠδ’ ἀρχοὶ ἔασι·
  5. δὸς δ’ ἐς ὑπωρείην ὑψικρήμνοιο Μίμαντος
  6. αἰδοίων μ’ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι,
  7. φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας
  8. ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν.
  1. Πότνια Γῆ, πάνδωρε, δότειρα μελίφρονος ὄλβου,
  2. ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης,
  3. τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ᾽, οἷς ἐχολώθης.
  1. Ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι ἄτῃ
  2. πτωκάσιν αἰθυίῃσι, βίον δύσζηλον ἔχοντες,
  3. αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος·
  4. δεινὴ γὰρ μέτ’ ὄπις ξενίου Διός, ὅς κ’ ἀλίτηται.