Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. Οἵῃ μ’ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι,
  2. νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων.
  3. ἥν ποτ’ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο
  4. λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,
  5. ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα,
  6. Αἰολίδα Σμύρνην ἁλιγείτονα, ποντοτίνακτον,
  7. ἥντε δι’ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος·
  8. ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα.
  9. ἠθελέτην κλῇσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν.
  10. οἳ δ’ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν ἀοιδῆς,
  11. ἀφραδίῃ· τῶν μέν τε παθών τις φράσσεται αὖτις,
  12. ὅς σφιν ὀνείδεσσιν τὸν ἐμὸν διεμήσατο πότμον.
  13. κῆρα δ’ ἐγώ, τήν μοι θεὸς ὤπασε γεινομένῳ περ,
  14. τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ·
  15. οὐδέ τί μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς
  16. Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει
  17. δῆμον ἐς ἀλλοδαπῶν ἰέναι, ὀλίγον περ ἐόντα.