Homer’s Epigrams
Homer
Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- ἀγγελέω παριοῦσι, Μίδης ὅτι τῇδε τέθαπται.
- Οἵῃ μ’ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι,
- νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων.
- ἥν ποτ’ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο
- λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,
- ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα,
- Αἰολίδα Σμύρνην ἁλιγείτονα, ποντοτίνακτον,
- ἥντε δι’ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος·
- ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα.
- ἠθελέτην κλῇσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν.
- οἳ δ’ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν ἀοιδῆς,
- ἀφραδίῃ· τῶν μέν τε παθών τις φράσσεται αὖτις,