Homer’s Epigrams
Homer
Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- Αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο,
- οἳ πόλιν αἰπεινήν, Κύμην ἐριώπιδα κούρην,
- ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο,
- ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο,
- Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς.
- Αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν·
- τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη.
- Χαλκέη παρθένος εἰμί, Μίδεω δ’ ἐπὶ σήματι κεῖμαι·
- ἔστ’ ἂν ὕδωρ τε νάῃ[*](Plato, Diogenes, Contest of Homer: ῥέῃ, pseudo-Herodotus.) καὶ δένδρεα μακρὰ τεθήλῃ,
- ἠέλιος τ’ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη,
- καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα,
- αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου