Homer’s Epigrams
Homer
Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
- ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,
- πάντ’ ἔντοσθ’ αὐτῆς κεραμήια λεπτὰ ποιοῦσα.
- δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη,
- ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα.
- δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
- οἵθ’ Ἡρακλῆος χεῖρας φύγον οἵτ’ ἀπόλοντο,
- τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·
- αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.
- γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·
- ὃς δέ χ’ ὑπερκύψῃ, πυρὶ τούτου πᾶν τὸ πρόσωπον
- φλεχθείη, ὡς πάντες ἐπίστωντ’ αἴσιμα ῥέζειν.
- Δῶμα προσετραπόμεσθ’ ἀνδρὸς μέγα δυναμένοιο,