Homer’s Epigrams
Homer
Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι
- ἤματι χειμερίῳ, ὁπότ’ ἂν νίφῃσι Κρονίων.
- Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες.
- δεῦρ᾽, ἄγ᾽, Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου.
- εὖ δὲ περανθεῖεν[*](Pollux: μελανθοῖεν, μελανθεῖεν, Life of Homer.) κότυλοι καὶ πάντα κάναστρα
- φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,
- πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς,
- πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δή, ὥς σφιν ἀεῖσαι.
- ἢν δ’ ἐπ’ ἀναιδείην τρεφθέντες ψεύδε’ ἄρησθε,
- συγκαλέω δὴ ἔπειτα καμίνων δηλητῆρας,
- Σύντριβ’ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην
- Ὠμόδαμόν τ᾽, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι·
- πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος