τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιχερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷεὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινονὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶςκείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιονωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσιτειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶταὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζελάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλωνὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίηςμακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαιἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτοςὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσεσὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιοεἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃθεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρλωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆςπρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆαἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλαπόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρουςἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν