Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·
  • οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς
  • ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
  • καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
  • ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
  • αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
  • ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
  • τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
  • οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
  • τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
  • ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
  • αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
  • πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
  • ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
  • αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
  • ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
  • πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
  • αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
  • σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
  • καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
  • κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·
  • Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,
  • ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
  • ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας
  • οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.
  • σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
  • ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;
  • ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς
  • ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·
  • δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
  • αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·
  • καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
  • οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·
  • ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.
  • ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.
  • τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.
  • αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
  • καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·
  • Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι
  • ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
  • Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι
  • μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
  • Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,
  • τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.
  • ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
  • κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
  • ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος
  • ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.
  • καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
  • ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους
  • θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
  • ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
  • ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,
  • καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι
  • ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
  • οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,
  • ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς
  • δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
  • τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
  • ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
  • ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
  • δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.
  • πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
  • γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
  • ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
  • εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
  • φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
  • ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
  • σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,
  • ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν
  • ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
  • τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
  • αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
  • ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.
  • οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
  • ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·
  • τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας
  • νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
  • ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
  • ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;