δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισινἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρουςαὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰμῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισιμακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλαοἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλουςπωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκειἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντιὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστουςβῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιοἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντιΦοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειταοἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσαςἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸνἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτραχεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδειθεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖακωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδονεὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασταιἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιντυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτακαρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρναςσηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶτυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδονἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθοςὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλαπάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαιἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτοςπλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴηπίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας· ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνταιψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶπαντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθαἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺςπολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦναἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλωςδοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσινοὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμηνοὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι· νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθωνπρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃκόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺνἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸνἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάωνχερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειταἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλαΚύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίηαὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντεςὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰςκαὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰςἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείραςτρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλαπάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθειἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσαςοἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτοἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶςἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲαὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουραοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοιἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσιμήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτακεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνοςᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνοςψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρουςθάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλενἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροιἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶςδίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρτρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντιἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντεςδινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴγλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνονεἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχονταφαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίνὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸνἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶςᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησαςνύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιχερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷεὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινονὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶςκείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιονωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσιτειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶταὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζελάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλωνὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίηςμακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαιἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτοςὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσεσὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιοεἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃθεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρλωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆςπρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆαἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλαπόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρουςἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸνὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσαἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆααὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦραμαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπωνὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστοκαὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμηνἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυςὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείωπομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλοςοὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμηνεὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτιεὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαιυἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείραςἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαινῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροιἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντεςδασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροιμήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶΖηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαινῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσααὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιενΑἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχοςχάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇδαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισινεὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευονπεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλενἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳδῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαιδῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστινἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντεςοἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητιΑἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλακλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γεἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶκείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃαὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρονβῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανονδαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιοπατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνοςσχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπεινἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆςἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴνἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρηἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσινἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντοπλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.