Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  2. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  3. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  4. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  5. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  6. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  7. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  8. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  9. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  10. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  11. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  12. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  13. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  14. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  15. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  16. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  17. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  18. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  19. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  20. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  21. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  22. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  23. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  24. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  25. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  26. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  27. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  28. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  29. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  30. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  31. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
  32. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  33. δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
  34. οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
  35. οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
  36. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  37. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  38. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  39. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  40. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  41. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
  42. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  43. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  44. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
  45. ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
  46. σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
  47. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  48. δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
  49. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
  50. αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
  51. οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
  52. ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
  53. ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
  54. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
  55. εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
  56. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
  57. καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
  58. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  59. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  60. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  61. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
  62. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
  63. ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
  64. Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
  65. θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
  66. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
  67. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
  68. τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
  69. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  70. οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
  71. ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
  72. ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
  73. χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
  74. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  75. Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  76. Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
  77. ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
  78. εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
  79. τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
  80. αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
  81. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
  82. ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
  83. αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
  84. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
  85. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
  86. Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
  87. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  88. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  89. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  90. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  91. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  92. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  93. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  94. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  95. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  96. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  97. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  98. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  99. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  100. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  101. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
  102. αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
  103. ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
  104. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  105. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  106. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  107. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  108. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  109. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  110. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  111. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  112. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  113. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  114. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  115. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  116. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  117. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  118. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  119. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  120. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
  121. ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
  122. δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
  123. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  124. ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
  125. ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
  126. ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
  127. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  128. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  129. ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
  130. ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
  131. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
  132. ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  133. τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  134. καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
  135. αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
  136. ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
  137. Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
  138. καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
  139. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
  140. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  141. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  142. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  143. τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
  144. δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
  145. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  146. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  147. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  148. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  149. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  150. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
  151. σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
  152. δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
  153. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  154. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  155. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  156. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  157. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  158. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  159. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
  160. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  161. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
  162. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
  163. ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
  164. δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
  165. δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
  166. ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
  167. ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
  168. ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
  169. δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
  170. δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
  171. καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
  172. χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
  173. σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
  174. ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
  175. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
  176. αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
  177. ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
  178. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
  179. τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
  180. ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
  181. ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
  182. ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
  183. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  184. αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
  185. μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
  186. εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
  187. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  188. αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
  189. ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
  190. αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
  191. ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
  192. θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
  193. ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
  194. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
  195. τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  196. ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
  197. ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
  198. ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
  199. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  200. θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
  201. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  202. χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
  203. μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
  204. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
  205. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  206. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  207. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  208. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
  209. αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
  210. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
  211. οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
  212. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  213. Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
  214. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
  215. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
  216. νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
  217. ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
  218. κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
  219. Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
  220. πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  221. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
  222. οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
  223. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
  224. ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
  225. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  226. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  227. δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
  228. Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
  229. ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
  230. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
  231. ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
  232. ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
  233. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
  234. δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
  235. ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
  236. ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
  237. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
  238. αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
  239. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
  240. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
  241. ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
  242. βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
  243. Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
  244. ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
  245. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
  246. ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
  247. ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
  248. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  249. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  250. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  251. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  252. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  253. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
  254. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  255. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
  256. ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
  257. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
  258. αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
  259. βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
  260. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
  261. νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
  262. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  263. τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
  264. ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
  265. ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
  266. ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
  267. ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
  268. ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
  269. κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
  270. εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
  271. τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
  272. ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
  273. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  274. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
  275. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  276. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  277. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  278. Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
  279. οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
  280. ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
  281. ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
  282. ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
  283. ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
  284. ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
  285. εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
  286. πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
  287. ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
  288. ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
  289. τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
  290. ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
  291. εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
  292. ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
  293. οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
  294. οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
  295. ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
  296. εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
  297. ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
  298. οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
  299. οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
  300. ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
  301. καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
  302. ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
  303. ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
  304. οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
  305. ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
  306. Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  307. ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  308. φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
  309. ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
  310. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  311. ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
  312. ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
  313. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  314. ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
  315. ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
  316. ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  317. οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
  318. εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
  319. Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
  320. τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
  321. ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
  322. ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
  323. ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
  324. κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
  325. ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
  326. ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
  327. γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  2. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  3. ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
  4. τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
  5. οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
  6. ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
  7. δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
  8. ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
  9. σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
  10. οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
  11. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
  12. σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
  13. εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
  14. τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
  15. κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
  16. νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
  17. εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
  18. ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
  19. εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
  20. ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
  21. ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
  22. Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
  23. πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
  24. Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
  25. αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
  26. πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  27. τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
  28. ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
  29. ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
  30. ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
  31. ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
  32. Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
  33. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
  34. ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
  35. γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
  36. γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
  37. εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
  38. ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
  39. Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
  40. Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
  41. ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
  42. δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
  43. ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
  44. ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
  45. ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
  46. ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
  47. τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
  48. οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
  49. ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
  50. ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
  51. ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
  52. ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
  53. ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
  54. στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
  55. βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
  56. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  57. τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
  58. ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
  59. καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
  60. ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
  61. ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
  62. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
  63. ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
  64. οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
  65. πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
  66. οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
  67. νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
  68. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  69. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  70. αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
  71. τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
  72. καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
  73. αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
  74. ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
  75. κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
  76. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  77. ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
  78. ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  79. καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·
  80. ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
  81. καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
  82. ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
  83. πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
  84. γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
  85. ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
  86. αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
  87. αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
  88. δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
  89. οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
  90. ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
  91. οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
  92. οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον
  93. ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
  94. τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
  95. οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
  96. ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι
  97. λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
  98. τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
  99. νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
  100. αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
  101. σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
  102. μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
  103. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  104. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  105. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
  106. Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
  107. ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
  108. οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
  109. ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
  110. πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
  111. οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
  112. τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
  113. ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
  114. ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
  115. παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
  116. νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
  117. γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
  118. ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
  119. ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
  120. οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
  121. ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
  122. οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
  123. ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
  124. ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
  125. οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
  126. οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
  127. νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
  128. ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
  129. ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
  130. οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
  131. οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
  132. ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
  133. ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
  134. ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
  135. εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
  136. ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
  137. οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
  138. ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
  139. θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
  140. αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
  141. κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
  142. ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
  143. νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
  144. ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
  145. οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
  146. ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
  147. οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
  148. εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
  149. κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
  150. ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
  151. ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
  152. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  153. νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
  154. ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  155. αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
  156. αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
  157. εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
  158. βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
  159. νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
  160. ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
  161. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  162. ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  163. οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
  164. ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
  165. ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
  166. Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
  167. καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
  168. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,