Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
  • ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
  • ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  • ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
  • ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  • ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
  • ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
  • ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  • οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
  • εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
  • Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
  • τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
  • ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
  • ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
  • ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
  • κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
  • ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
  • ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
  • γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.