Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
  • τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
  • ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
  • εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
  • ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
  • οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
  • οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
  • ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
  • εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
  • ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
  • οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
  • οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
  • ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
  • καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
  • ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
  • ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
  • οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
  • ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
  • Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  • ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.