Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
  2. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
  3. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  4. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  5. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  6. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
  7. αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
  8. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
  9. οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
  10. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  11. Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
  12. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
  13. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
  14. νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
  15. ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
  16. κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
  17. Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
  18. πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  19. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
  20. οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
  21. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
  22. ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
  23. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  24. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  25. δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
  26. Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
  27. ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
  28. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
  29. ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
  30. ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
  31. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
  32. δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
  33. ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
  34. ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
  35. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
  36. αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
  37. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
  38. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
  39. ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
  40. βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
  41. Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
  42. ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
  43. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
  44. ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
  45. ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
  46. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  47. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  48. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  49. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  50. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  51. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
  52. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  53. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
  54. ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
  55. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
  56. αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
  57. βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
  58. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
  59. νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
  60. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  61. τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
  62. ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
  63. ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
  64. ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
  65. ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
  66. ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
  67. κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
  68. εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
  69. τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
  70. ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
  71. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  72. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
  73. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  74. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  75. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  76. Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
  77. οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
  78. ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
  79. ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
  80. ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
  81. ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
  82. ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
  83. εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
  84. πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
  85. ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
  86. ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
  87. τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
  88. ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
  89. εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
  90. ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
  91. οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
  92. οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
  93. ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
  94. εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
  95. ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
  96. οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
  97. οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
  98. ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
  99. καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
  100. ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
  101. ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
  102. οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
  103. ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
  104. Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  105. ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  106. φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
  107. ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
  108. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  109. ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
  110. ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
  111. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  112. ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
  113. ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
  114. ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,