Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
  2. καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
  3. δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
  4. οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
  5. ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
  6. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  7. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  8. οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  9. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  10. πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
  11. ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
  12. δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
  13. Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
  14. ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
  15. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  16. δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
  17. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
  18. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  19. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  20. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,