Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
  • τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
  • ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
  • δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
  • Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
  • τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
  • Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
  • γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
  • ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
  • ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
  • ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
  • τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
  • Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
  • Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
  • τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
  • νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
  • Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
  • καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
  • ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
  • ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν