Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
  2. λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
  3. τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
  4. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  5. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  6. τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
  7. ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
  8. εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
  9. θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
  10. θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
  11. αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ