Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  2. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  3. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  4. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  5. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  6. τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
  7. δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
  8. ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
  9. μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
  10. οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
  11. οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.