Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι
  2. πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
  3. τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
  4. ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
  5. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  6. καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
  7. εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
  8. σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
  9. ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
  10. αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
  11. πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
  12. ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
  13. ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
  14. καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
  15. οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
  16. θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
  17. Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
  18. σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
  19. τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
  20. ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος