Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
  2. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
  3. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
  4. τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
  5. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
  6. ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
  7. συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
  8. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
  9. χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ
  10. Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
  11. ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,
  12. αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
  13. ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
  14. τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
  15. τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,
  16. ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν
  17. ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
  18. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
  19. παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
  20. ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα