Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
  2. ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
  3. ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  4. οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.
  5. φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
  6. τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
  7. εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
  8. οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
  9. ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
  10. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  11. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  12. τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
  13. οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
  14. ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  15. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  16. ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
  17. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  18. σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
  19. οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι
  20. ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.