Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
  • τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
  • ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
  • οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
  • ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
  • ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
  • νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
  • Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
  • ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
  • τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
  • οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
  • Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  • ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  • τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  • τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
  • θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
  • ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  • οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,
  • ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
  • πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·