Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
  2. ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
  3. παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
  4. τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
  5. ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
  6. μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
  7. ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
  8. αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
  9. κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
  10. ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
  11. Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
  12. Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
  13. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
  14. δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
  15. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
  16. ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
  17. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
  18. ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
  19. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  20. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,